§16.68.1τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ,
ディオニュシオスがシラクーサを支配している間に、ヒケタスは自身の周囲にかなりの軍勢を擁してシラクーサへと遠征し、最初はオリンピエイオンの周囲に柵を築いて、その都市を支配している僭主と戦い続けた。
§16.68.2χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων ὁ μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνους (ἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως)·
包囲戦が長引き、必需品が不足したため、ヒケタスはレオンティノイへと退却した(というのも、彼はこの都市から出撃していたからである)。
ὁ δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην.
他方、ディオニュシオスは彼らを追跡し、その後衛部隊に追いついて戦闘を交えた。
§16.68.3ὁ δʼ Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν.
しかし、ヒケタスは反転してディオニュシオスに立ち向かって戦闘を交え、三千人以上の傭兵を殺害して残りの者を敗走させた。
ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου.
そして、激しい追撃を行って、逃げる者たちとともに都市の中になだれ込み、ネソスを除くシラクーサを支配下に置いた。
καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν.
こうして、ヒケタスとディオニュシオスに関する事柄はこの状態にあった。
§16.68.4Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως.
一方、ティモレオンは、シラクーサの占領から三日後にレギオンに入港し、都市の近くに停泊した。
§16.68.5ἐπικαταπλευσάντων δὲ καὶ τῶν Καρχηδονίων εἴκοσι τριήρεσι καὶ τῶν Ῥηγίνων συνεργούντων τῷ Τιμολέοντι καὶ κοινὴν ἐκκλησίαν ἐν τῇ πόλει συναγαγόντων καὶ περὶ συλλύσεως δημηγορούντων οἱ μὲν Καρχηδόνιοι διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι ῥᾳθύμως εἶχον τὰ κατὰ τὰς φυλακάς, ὁ δὲ Τιμολέων οὐδεμίαν ἔμφασιν διδοὺς τοῦ δρασμοῦ αὐτὸς μὲν πλησίον τοῦ βήματος ἔμεινε, λάθρᾳ δὲ παρήγγειλε τὰς ἐννέα ναῦς ἀποπλεῦσαι τὴν ταχίστην.
さらにカルタゴ人たちも二十隻の三段櫂船で入港し、レギオンの人々がティモレオンに協力して都市で民会を招集し、和解について演説を行っている間に、カルタゴ人たちは、ティモレオンが説得されてコリントスへの帰還の航海をするだろうと考え、警戒を怠っていた。 他方、ティモレオンは逃亡の気配を全く見せずに、自身は演壇の近くに留まり、密かに残り九隻の船に対してできるだけ速やかに出航するよう命じた。
§16.68.6περισπωμένων δὲ τῶν Καρχηδονίων ταῖς ψυχαῖς περὶ τοὺς ἐγκαθέτως δημηγοροῦντας μακρῶς τῶν Ῥηγίνων ἔλαθεν ὁ Τιμολέων διαδρὰς ἐπὶ τὴν ὑπολελειμμένην ναῦν καὶ ταχέως ἐξέπλευσεν.
カルタゴ人たちが、サクラによって長々と演説をしているレギオン人たちに心を奪われている間に、ティモレオンは気づかれることなく逃れて、残されていた船に乗り込み、素早く出航した。
οἱ δὲ Καρχηδόνιοι καταστρατηγηθέντες ἐπεβάλοντο διώκειν τοὺς περὶ τὸν Τιμολέοντα.
カルタゴ人たちは、計略に陥れられたことに気づき、ティモレオンの一行を追撃しようとした。
§16.68.7ἐκείνων δὲ προειληφότων ἱκανὸν διάστημα καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἔφθασαν οἱ περὶ τὸν Τιμολέοντα ἀποπλεύσαντες εἰς τὸ Ταυρομένιον.
彼らが十分な距離を先行しており、さらに夜が訪れたので、ティモレオンの一行は追いつかれる前にタウロメニオンへと船で逃げ着いた。
§16.68.8ὁ δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν.
この都市の指導者であり、常にシラクーサ人の側に立って考えていたアンドロマコスは、追われている者たちを好意的に迎え入れ、彼らの安全のために大いに貢献した。
§16.68.9μετὰ δὲ ταῦτα ὁ μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν·
その後、ヒケタスは兵士の中から最も優れた五千人を引き連れて、彼に敵対していたハドラノンの人々に対して遠征し、都市の近くに陣を張った。
ὁ δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων.
一方、ティモレオンはタウロメニオンの人々から兵士を募り、全体で千人を超えない兵力を率いてタウロメニオンを出発した。
§16.68.10ἀρχομένης δὲ τῆς νυκτὸς ἀφορμήσας καὶ διανύσας ἐπὶ τὸ Ἄδρανον δευτεραῖος ἀνελπίστως ἐπέθετο τοῖς περὶ τὸν Ἱκέταν δειπνοποιουμένοις·
夜の始まりに出発し、二日目にハドラノンに到着すると、夕食をとっていたヒケタスの一行に不意打ちをかけた。
παρεισπεσὼν δʼ εἰς τὴν παρεμβολὴν καὶ φονεύσας πλείους τῶν τριακοσίων, ζωγρήσας δὲ περὶ ἑξακοσίους τῆς παρεμβολῆς ἐκράτησε.
そして、陣営に乱入して三百人以上を殺害し、約六百人を捕虜にして、陣営を占領した。
§16.68.11τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας.
この戦略にすぐさま別の戦略を続け、直ちにシラクーサに向けて出発し、急行軍で進んで不意にシラクーサに攻め入り、敗走して逃げていく者たちを追い抜いた。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、これらのことがこの年に起こった。