§16.69.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος.
在雅典执政官吕基斯科斯任内,罗马人选举马尔库斯·瓦莱里乌斯和马尔库斯·波皮利乌斯为执政官,第一〇九届奥林匹克运动会举行,雅典人阿里斯托洛科斯获得了短跑比赛冠军。
ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.
在他们任期内,罗马人与迦太基人之间签订了第一份条约。
§16.69.2κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς ὁ δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.
在卡里亚,卡里亚人的统治者伊德里尤斯在统治七年后去世,继承统治的他的妹妹兼妻子阿达统治了四年。
§16.69.3κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρʼ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων.
在西西里,提摩莱翁将阿德拉农人和廷达里斯人纳入同盟,从他们那里接管了为数不少的士兵,而在叙拉古,城内一片混乱:狄奥尼修斯占据着“岛屿”,希克塔斯控制着阿克拉迪纳和新城,提摩莱翁占领了城市的其余部分,迦太基人带着一百五十艘三列桨战船驶入大港,并以五万步兵安营扎寨。
διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή· §16.69.4πρῶτον μὲν γὰρ Μάρκος ὁ τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.
因此,在提摩莱翁的一行人因敌人的众多而惊恐万分时,发生了一次令人无法解释且出人意料的转变:因为首先,卡塔纳的僭主马尔科斯拥有一支相当规模的军队,加入了提摩莱翁;其次,许多渴望自由的据点投向了他;最后,科林斯人装备了十艘船只并筹集了资金,派遣他们前往叙拉古。
§16.69.5ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.
这些事情办成后,提摩莱翁受到了鼓舞,而迦太基人则感到害怕,莫名其妙地驶离了港口,并带着他们的全部力量退回了自己的领地。
§16.69.6μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν.
在希克塔斯被孤立后,提摩莱翁战胜了敌人,控制了叙拉古。
εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.
他也立即收复了倒向迦太基人的美塞涅。
§16.69.7καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势便是如此。
κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως.
在马其顿,腓力继承了对伊利里亚人祖传的仇恨,并在分歧无法调和的情况下,率领大军入侵了伊利里亚。
πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.
他掠夺了该地区并征服了许多城镇,带着大量战利品回到了马其顿。
§16.69.8μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς· ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι· ὅπερ καὶ συνέβη γενέσθαι.
此后,他进入色萨利,将各城市的僭主驱逐出去,以好感争取到了色萨利人;因为他希望在拥有他们作为盟友的情况下,也能轻易引导希腊人产生好感,而这确实发生了。
εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.
因为邻近的希腊人立刻赞同色萨利人的决定,热切地与他结成了同盟。