Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.65.1-16.65.9

哥林多推选并派遣提摩莱昂

第 573 段,共 723 段 · 希腊语

内容简介

哥林多响应叙拉古的请求,决定派遣提摩莱昂为将军。此前,提摩莱昂因刺杀企图僭位的哥哥提摩法奈斯而在市民中引发争议,但他被派遣至西西里后取得了巨大的成就。

§16.65.1κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.
因为在西西里,叙拉古人彼此发生内讧,并被迫屈服于许多不同的僭主统治之下,于是他们派使者前往哥林多,请求他们派遣一位将军来管理城市,并消除那些企图建立僭主统治之人的野心。
§16.65.2οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳ τε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον.
哥林多人认为援助他们的子孙是正义的,于是投票决定派遣蒂迈内托斯之子提摩莱昂为将军,他在勇气和军事才能上在市民中名列前茅,且在总体上具备一切美德。
ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, ὃ συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.
在这个人身上恰巧发生了一件奇特的事,这件事促成了他被选任为将军。
§16.65.3Τιμοφάνης γὰρ ὁ ἀδελφὸς αὐτοῦ προέχων τῶν Κορινθίων πλούτῳ τε καὶ τόλμῃ πάλαι μὲν ἦν φανερὸς τυραννίδος ὀρεγόμενος, τότε δὲ τοὺς ἀπόρους ἀναλαμβάνων καὶ πανοπλίαις κατασκευαζόμενος καὶ τοὺς πονηροτάτους ἔχων μεθʼ ἑαυτοῦ κατὰ τὴν ἀγορὰν περιῄει, οὐ προσποιούμενος ὅτι τύραννός ἐστι, τὰ δὲ τῆς τυραννίδος ἔργα διαπραττόμενος.
因为他的哥哥提摩法奈斯在财富和胆识上在哥林多人中都很突出,早就明显表现出对僭主之位的渴求,当时他收罗穷人,为他们装备重装铠甲,并带着最卑劣的人在广场上四处走动,虽然口头上不承认自己是僭主,却在干着僭主勾当。
§16.65.4ὁ δὲ Τιμολέων ἀλλοτριώτατος ὢν μοναρχίας τὸ μὲν πρῶτον ἐπεχείρει πείθειν τὸν ἀδελφὸν ἀποστῆναι τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουεν, ἀλλʼ αἰεὶ καὶ μᾶλλον ἐπετείνετο τῇ τόλμῃ, ἀδυνατῶν αὐτὸν λόγῳ διορθώσασθαι περιπατοῦντα κατὰ τὴν ἀγορὰν ἀπέσφαξεν.
而极度反对君主专制制度的提摩莱昂,起初试图说服他的哥哥放弃这一企图,但由于他不听劝告,反而变本加厉地放肆,提摩莱昂在无法用言语劝其改过的情况下,在哥哥在广场上散步时将其刺杀。
§16.65.5θορύβου δὲ γενομένου καὶ τῶν πολιτῶν συνδραμόντων διά τε τὸ παράδοξον καὶ τὴν δεινότητα τῆς πράξεως στάσις ἐγίνετο.
随着一阵骚乱爆发,市民们由于这一事件的奇特和严重而纷纷聚集起来,内讧随之产生。
οἱ μὲν γὰρ ἔφασαν δεῖν ὡς ἐμφύλιον φόνον πεπραχότα τὸν Τιμολέοντα τυγχάνειν τῆς ἐκ τῶν νόμων τιμωρίας, οἱ δὲ τοὐναντίον ἀπεφαίνοντο δεῖν ἐπαινεῖν τὸν ἄνδρα ὡς τυραννοκτόνον.
一些人声称,提摩莱昂犯下了残杀亲族之罪,应当受到法律规定的惩罚;另一些人则相反,主张应当将他作为弑僭主者予以赞美。
§16.65.6τῆς δὲ γερουσίας συνεδρευούσης ἐν τῷ βουλευτηρίῳ καὶ τῆς περὶ τὴν πρᾶξιν ἀμφισβητήσεως ἐπὶ τὸ συνέδριον ἀναπεμφθείσης οἱ μὲν ἐχθροὶ τοῦ Τιμολέοντος κατηγόρουν, οἱ δὲ χαριέστεροι συνηγοροῦντες συνεβούλευον σώζειν τὸν ἄνδρα.
当长老会在议事厅集会,关于这一行为的争论被递交到议会时,提摩莱昂的仇敌们对他提出指控,而那些较为温和体面的人则为他辩护,建议保全这个人的性命。
§16.65.7ἀκρίτου δʼ ἔτι τῆς ζητήσεως οὔσης κατέπλευσαν ἐκ τῶν Συρακουσσῶν οἱ πρέσβεις καὶ τῇ γερουσίᾳ τὰς ἐντολὰς δηλώσαντες ἠξίουν τὴν ταχίστην ἀποστεῖλαι τὸν στρατηγόν.
在审查尚未有定论时,来自叙拉古的使者们驾船抵达,并向长老会说明了他们的使命,请求尽快派遣将军。
§16.65.8ἔδοξεν οὖν τῷ συνεδρίῳ πέμπειν τὸν Τιμολέοντα καὶ πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν ξένας τινὰς καὶ παραδόξους αἱρέσεις αὐτῷ προέθηκαν· διεβεβαιώσαντο γάρ, ἐὰν μὲν καλῶς ἄρξῃ τῶν Συρακοσίων, κρίνειν αὐτὸν τυραννοκτόνον, ἐὰν δὲ πλεονεκτικώτερον, ἀδελφοῦ φονέα.
于是,议会决定派遣提摩莱昂,为了促使他成功完成任务,他们给他提出了一个奇特且出人意料的抉择:因为他们声明,如果他能很好地统治叙拉古人,他们就判定他是弑僭主者,但如果他表现得过于贪婪自私,就判定他是杀兄凶手。
§16.65.9ὁ δὲ Τιμολέων οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ὑπὸ τῆς γερουσίας ὡς διὰ τὴν ἀρετὴν καλῶς καὶ συμφερόντως προέστη τῶν κατὰ τὴν Σικελίαν πραγμάτων· Καρχηδονίους μὲν γὰρ κατεπολέμησε, τὰς δὲ κατεσκαμμένας ὑπὸ τῶν βαρβάρων Ἑλληνίδας πόλεις ἀπεκατέστησεν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν, πᾶσαν δὲ Σικελίαν ἠλευθέρωσε, καθόλουδὲ τὰς Συρακούσσας καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις παραλαμβάνων ἐρήμους ἐποίησε πολυανθρωπίᾳ διενεγκεῖν.
而提摩莱昂,与其说是由于长老会悬在他头顶的恐惧,不如说是由于他自身的美德,极为出色且有益地主持了西西里的各项事务:因为他通过战争击败了迦太基人,将那些被野蛮人摧毁的希腊城市恢复到了最初的状态,解放了整个西西里,并且总体上,他接管了当时荒无人烟的叙拉古和其他希腊城市,使它们在人口繁盛上变得出类拔萃。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβιβάσομεν τὸν λόγον.
不过,关于这些事情的具体细节,我们将在稍后适当的时间予以记载,现在我们将叙述转回到历史的连续进程上。

词汇与语法注释

  1. §16.65.1τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα — 将来分词 `ἐπιμελησόμενον` 与 `καταλύσοντα` 作为前述宾语 `στρατηγὸν` 的定语,同时也表达了目的。
  2. §16.65.2ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν — 动词 `συνέβη` 的主语是中性形容词短语 `ἴδιον δέ τι`,后接不定式 `συμπεσεῖν`。这里连用了两个意义相近的动词(`συμβαίνω` 和 `συμπίπτω`),起到同义叠用的强调作用,意在突出“他身上偶然发生了一件奇事”。
  3. §16.65.8πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν — 前置词 `πρὸς` 与宾格冠词不定式 `τὸ κατορθῶσαι` 相结合,表示行为的目的或目标。
  4. §16.65.9οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ... ὡς διὰ τὴν ἀρετὴν — 这是一个 “`οὐχ οὕτω` ... `ὡς` ...”(与其说是由于……,不如说是由于……)的比较句式。分词 `ἐπικρεμασθέντα`(动词 `ἐπικρεμάννυμι` 的第一不定过去时被动分词)作定语修饰名词 `φόβον`,指长老会的决定“悬在他头顶的”恐惧。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.65.1-16.65.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.65.1-16.65.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。