§16.66.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐβούλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Σερούιον Σουλπίκιον.
在优布鲁斯担任雅典执政官期间,罗马人任命马尔库斯·马尼乌斯与塞尔维乌斯·苏尔皮基乌斯为执政官。
ἐπὶ δὲ τούτων Τιμολέων ὁ Κορίνθιος προκεχειρισμένος ὑπὸ τῶν πολιτῶν ἐπὶ τὴν ἐν Συρακούσσαις στρατηγίαν παρεσκευάζετο πρὸς τὸν εἰς τὴν Σικελίαν ἔκπλουν.
在他们任职期间,被市民选任为叙拉古将军的哥林多人提摩莱昂,开始为前往西西里的航行做准备。
§16.66.2ἑπτακοσίους μὲν οὖν ξένους ἐμισθώσατο, στρατιωτῶν δὲ τέσσαρας τριήρεις πληρώσας καὶ ταχυναυτούσας τρεῖς ἐξέπλευσεν ἐκ Κορίνθου.
于是,他雇佣了七百名雇佣兵,并配齐了四艘运兵的三列桨战船和三艘快速船的船员,从哥林多扬帆起航。
ἐν παράπλῳ δὲ παρὰ Λευκαδίων καὶ Κορκυραίων τρεῖς ναῦς προσλαβόμενος ἐπεραιοῦτο δέκα ναυσὶ τὸν Ἰόνιον καλούμενον πόρον.
在沿途航行中,他又从莱乌卡斯人和科尔库拉人那里接纳了三艘船,遂率领十艘船横渡了被称为伊奥尼亚的海峡。
§16.66.3ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι τῷ Τιμολέοντι κατὰ τὸν πλοῦν, τοῦ δαιμονίου συνεπιλαβομένου τῆς ἐπιβολῆς καὶ προσημαίνοντος τὴν ἐσομένην περὶ αὐτὸν εὐδοξίαν καὶ λαμπρότητα τῶν πράξεων· διʼ ὅλης γὰρ τῆς νυκτὸς προηγεῖτο λαμπὰς καιομένη κατὰ τὸν οὐρανὸν μέχρι οὗ συνέβη τὸν στόλον εἰς τὴν Ἰταλίαν καταπλεῦσαι.
在航行中,提摩莱昂遇到了一件奇特且出人意料的事,神明援助了他的企图,并预示了他在未来将获得的名望以及其功绩的辉煌:因为整夜都有一支燃烧的火炬在天空中引导着他们,直到舰队恰好在意大利靠岸。
§16.66.4ὁ δὲ Τιμολέων προακηκοὼς ἦν ἐν Κορίνθῳ τῶν τῆς Δήμητρος καὶ Κόρης ἱερειῶν ὅτι κατὰ τὸν ὕπνον αὐταῖς αἱ θεαὶ προήγγειλαν συμπλεύσεσθαι τοῖς περὶ τὸν Τιμολέοντα κατὰ τὸν πλοῦν τὸν εἰς τὴν ἱερὰν αὐτῶν νῆσον.
提摩莱昂此前在哥林多曾听德墨忒尔与科瑞的女祭司们说,女神在梦中向她们宣告,在前往她们圣岛的航程中,将与提摩莱昂一帮人同船护航。
§16.66.5διόπερ ὁ Τιμολέων καὶ οἱ συμπλέοντες περιχαρεῖς ἦσαν, ὡς τῶν θεῶν συνεργουσῶν αὐτοῖς.
因此,提摩莱昂和与他同行的人都无比欣喜,坚信神明在协助他们。
τὴν δʼ ἀρίστην τῶν νεῶν καθιερώσας ταῖς θεαῖς ὁ Τιμολέων ὠνόμασεν αὐτὴν Δήμητρος καὶ Κόρης ἱεράν.
提摩莱昂将其中最好的一艘船献给女神,并将其命名为“德墨忒尔与科瑞圣船”。
καταπλεύσαντος δὲ τοῦ στόλου χωρὶς κινδύνων εἰς Μεταπόντιον τῆς Ἰταλίας ἐπικατέπλευσε Καρχηδονία τριήρης ἔχουσα πρεσβευτὰς Καρχηδονίους.
当舰队平安无事地抵达意大利的梅塔蓬提翁时,一艘载有迦太基使者的迦太基三列桨战船随后驶入。
§16.66.6οὗτοι δʼ ἐντυχόντες τῷ Τιμολέοντι διεμαρτύραντο μὴ κατάρχειν πολέμου μηδʼ ἐπιβαίνειν τῇ Σικελίᾳ.
这些人会见了提摩莱昂,并严厉警告他不要挑起战争,也不要踏上西西里。
ὁ δὲ Τιμολέων, ἐπικαλουμένων αὐτὸν τῶν Ῥηγίνων καὶ συμμαχήσειν ἐπαγγελλομένων, ἐξέπλευσεν εὐθέως ἐκ τοῦ Μεταποντίου σπεύδων φθάσαι τὴν περὶ αὐτὸν φήμην· §16.66.7σφόδρα γὰρ εὐλαβεῖτο μήποτε Καρχηδόνιοι θαλασσοκρατοῦντες κωλύσωσιν αὐτὸν εἰς Σικελίαν διαπλεῦσαι.
而提摩莱昂由于雷吉翁人的召唤以及他们承诺结盟的保证,立即从梅塔蓬提翁起航,力图抢在他的传闻散播之前抵达;因为他极度担忧掌握制海权的迦太基人可能会阻碍他渡海前往西西里。
οὗτος μὲν οὖν κατὰ σπουδὴν ἐτέλει τὸν εἰς Ῥήγιον πλοῦν.
于是,他急速完成了前往雷吉翁的航程。