Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.65.1-16.65.9

コリントスによるティモレオンの選出と派遣

573 / 723 箇所 · ギリシア語

要旨

シラクーサの要請を受けたコリントスは、将軍としてティモレオンの派遣を決定する。ティモレオンは以前、僭主を目指した兄ティモファネスを殺害して市民の間で議論を呼んでいたが、シケリアへ派遣され多大な功績を挙げることになる。

§16.65.1κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.
シケリアにおいては、シラクーサ人たちが互いに内紛を起こし、数多くの様々な僭主支配に服することを余儀なくされていたため、コリントスに使節を派遣し、自国のために、都市を管理し僭主になろうと企てる者たちの野心を打ち砕いてくれる将軍を派遣することを求めた。
§16.65.2οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳ τε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον.
コリントス人たちは、子孫たちを援助することが正義であると判断し、勇気と将軍としての知性において市民の第一人者であり、総じてあらゆる徳によって飾られていたティマイネトスの子ティモレオンを将軍として派遣することを決議した。
ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, ὃ συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.
そして、この人物の身に、彼の将軍への選出に寄与することになる奇妙な出来事が起こっていた。
§16.65.3Τιμοφάνης γὰρ ὁ ἀδελφὸς αὐτοῦ προέχων τῶν Κορινθίων πλούτῳ τε καὶ τόλμῃ πάλαι μὲν ἦν φανερὸς τυραννίδος ὀρεγόμενος, τότε δὲ τοὺς ἀπόρους ἀναλαμβάνων καὶ πανοπλίαις κατασκευαζόμενος καὶ τοὺς πονηροτάτους ἔχων μεθʼ ἑαυτοῦ κατὰ τὴν ἀγορὰν περιῄει, οὐ προσποιούμενος ὅτι τύραννός ἐστι, τὰ δὲ τῆς τυραννίδος ἔργα διαπραττόμενος.
すなわち、彼の兄ティモファネスは、富と大胆さにおいてコリントス人の中で傑出しており、以前から僭主の地位を望んでいることが明白であったが、その当時は困窮者たちを仲間に引き入れ、彼らに重装歩兵の武具を整えさせ、最も不埒な者たちを連れて広場を歩き回っており、自分は僭主ではないと装いつつも、僭主としての行為を働いていた。
§16.65.4ὁ δὲ Τιμολέων ἀλλοτριώτατος ὢν μοναρχίας τὸ μὲν πρῶτον ἐπεχείρει πείθειν τὸν ἀδελφὸν ἀποστῆναι τῆς ἐπιβολῆς, ὡς δʼ οὐχ ὑπήκουεν, ἀλλʼ αἰεὶ καὶ μᾶλλον ἐπετείνετο τῇ τόλμῃ, ἀδυνατῶν αὐτὸν λόγῳ διορθώσασθαι περιπατοῦντα κατὰ τὴν ἀγορὰν ἀπέσφαξεν.
しかし、独裁政治を最も嫌うティモレオンは、最初は兄を説得してその企てをやめさせようと試みたが、彼が従わず、かえってますますその暴挙をエスカレートさせたため、言葉によって彼を矯正することは不可能であると考え、彼が広場を歩いているところを刺し殺した。
§16.65.5θορύβου δὲ γενομένου καὶ τῶν πολιτῶν συνδραμόντων διά τε τὸ παράδοξον καὶ τὴν δεινότητα τῆς πράξεως στάσις ἐγίνετο.
騒動が起こり、事態の意外さと重大さのために市民たちが駆け集まると、内紛が生じた。
οἱ μὲν γὰρ ἔφασαν δεῖν ὡς ἐμφύλιον φόνον πεπραχότα τὸν Τιμολέοντα τυγχάνειν τῆς ἐκ τῶν νόμων τιμωρίας, οἱ δὲ τοὐναντίον ἀπεφαίνοντο δεῖν ἐπαινεῖν τὸν ἄνδρα ὡς τυραννοκτόνον.
ある者たちは、ティモレオンは親族殺しを行った者として法律に基づく罰を受けるべきだと主張し、他の者たちはそれとは逆に、この人物を僭主殺害者として称賛すべきだと表明した。
§16.65.6τῆς δὲ γερουσίας συνεδρευούσης ἐν τῷ βουλευτηρίῳ καὶ τῆς περὶ τὴν πρᾶξιν ἀμφισβητήσεως ἐπὶ τὸ συνέδριον ἀναπεμφθείσης οἱ μὲν ἐχθροὶ τοῦ Τιμολέοντος κατηγόρουν, οἱ δὲ χαριέστεροι συνηγοροῦντες συνεβούλευον σώζειν τὸν ἄνδρα.
長老会が評議場に集まり、この行為に関する論争が評議会に付託されると、ティモレオンの敵たちは彼を告発し、他方、より穏健な者たちは彼を擁護して、この人物の命を救うよう勧告した。
§16.65.7ἀκρίτου δʼ ἔτι τῆς ζητήσεως οὔσης κατέπλευσαν ἐκ τῶν Συρακουσσῶν οἱ πρέσβεις καὶ τῇ γερουσίᾳ τὰς ἐντολὰς δηλώσαντες ἠξίουν τὴν ταχίστην ἀποστεῖλαι τὸν στρατηγόν.
審理がまだ未決のまま進んでいたときに、シラクーサからの使節たちが船で到着し、彼らの任務を長老会に明らかにして、一刻も早く将軍を派遣することを求めた。
§16.65.8ἔδοξεν οὖν τῷ συνεδρίῳ πέμπειν τὸν Τιμολέοντα καὶ πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν ξένας τινὰς καὶ παραδόξους αἱρέσεις αὐτῷ προέθηκαν·
そこで評議会はティモレオンを派遣することを決定し、彼がその任務を成功させるために、奇妙で奇想天外な二者択一を彼に突きつけた。
διεβεβαιώσαντο γάρ, ἐὰν μὲν καλῶς ἄρξῃ τῶν Συρακοσίων, κρίνειν αὐτὸν τυραννοκτόνον, ἐὰν δὲ πλεονεκτικώτερον, ἀδελφοῦ φονέα.
すなわち、もし彼がシラクーサ人たちを立派に統治するならば、彼を僭主殺害者と判定し、もし利己的な野心をもって支配するならば、兄の殺害犯とみなす、と言明したのである。
§16.65.9ὁ δὲ Τιμολέων οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ὑπὸ τῆς γερουσίας ὡς διὰ τὴν ἀρετὴν καλῶς καὶ συμφερόντως προέστη τῶν κατὰ τὴν Σικελίαν πραγμάτων·
ティモレオンは、長老会から突きつけられたこの脅しによる恐怖ゆえというよりは、むしろ自らの徳のゆえに、シケリアの諸事を立派にかつ有益に指導した。
Καρχηδονίους μὲν γὰρ κατεπολέμησε, τὰς δὲ κατεσκαμμένας ὑπὸ τῶν βαρβάρων Ἑλληνίδας πόλεις ἀπεκατέστησεν εἰς τὴν ἐξ ἀρχῆς κατάστασιν, πᾶσαν δὲ Σικελίαν ἠλευθέρωσε, καθόλουδὲ τὰς Συρακούσσας καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις παραλαμβάνων ἐρήμους ἐποίησε πολυανθρωπίᾳ διενεγκεῖν.
というのも、彼はカルタゴ人たちを戦争で打ち破り、野蛮人たちによって破壊されたギリシア人の都市を当初の状態へと復興させ、シケリア全土を解放し、総じて、荒廃した状態で引き継いだシラクーサおよび他のギリシア人都市を、人口の多さにおいて抜きん出たものへと変えたからである。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας μεταβιβάσομεν τὸν λόγον.
しかし、これらの個別の事柄については、少し後にしかるべき時代において記述することにし、今は歴史の連続性に従って叙述を移すことにしよう。

語釈・文法注

  1. §16.65.1τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα — 将来分詞 `ἐπιμελησόμενον` および `καταλύσοντα` は、先行する目的語 `στρατηγὸν` を修飾する限定用法であり、同時に「〜するための」という目的を表している。
  2. §16.65.2ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν — 動詞 `συνέβη` の主語は中性の形容詞句 `ἴδιον δέ τι` であり、それに不定詞 `συμπεσεῖν` が続いている。意味が類似する二つの動詞(`συμβαίνω` と `συμπίπτω`)が重ねられており、「彼の身にある奇妙なことが偶発した」という事実を強調している。
  3. §16.65.8πρὸς τὸ κατορθῶσαι τὴν πρᾶξιν — 前置詞 `πρὸς` と対格の冠詞付き不定詞 `τὸ κατορθῶσαι` の組み合わせは、行為の目的・目標(〜を成功させるために)を表している。
  4. §16.65.9οὐχ οὕτω διὰ τὸν ἐπικρεμασθέντα φόβον ... ὡς διὰ τὴν ἀρετὴν — 「`οὐχ οὕτω` ... `ὡς` ...」(〜というよりはむしろ〜のゆえに)という比較構文。分詞 `ἐπικρεμασθέντα`(`ἐπικρεμάννυμι` の第1不変化過去受動分詞)は名詞 `φόβον` を修飾し、彼の上に「覆いかぶさっていた恐怖」を指している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.65.1-16.65.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.65.1-16.65.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。