Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.64.1-16.64.3

掠夺者受到的神罚与腓力掌握霸权

第 572 段,共 723 段 · 希腊语

内容简介

叙述了参与掠夺神殿的个人和城市,以及佩戴德尔斐项链的福基斯领导人妻子们因其不敬虔而遭受的悲惨神罚;同时强调了援助神谕所的腓力因虔敬而崛起并掌握希腊霸权,以此结束了对神圣战争的记述。

§16.64.1οἱ μὲν οὖν τῆς ἱεροσυλίας μετασχόντες τοῦτον τὸν τρόπον ὑπὸ τοῦ δαιμονίου τιμωρίας ἠξιώθησαν.
因此,参与掠夺神殿的人以这种方式受到了神明力量的惩罚。
αἱ δʼ ἐπισημόταται πόλεις κοινωνήσασαι τῆς παρανομίας ὕστερον ὑπʼ Ἀντιπάτρου καταπολεμηθεῖσαι τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ἐλευθερίαν ἀπέβαλον.
而那些参与了这一违法暴行的最显赫的城市,后来在与安提帕特的战争中被击败,同时失去了霸权和自由。
§16.64.2αἱ δὲ τῶν ἐν Φωκεῦσιν ἡγεμόνων γυναῖκες περιθέμεναι τοὺς χρυσοῦς ἐκ Δελφῶν ὅρμους οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον· ἡ μὲν γὰρ τὸν τῆς Ἑλένης γεγενημένον φορέσασα εἰς ἑταιρικὴν αἰσχύνην ἐνέπεσε καὶ τὸ κάλλος προέβαλε τοῖς ἐξυβρίζειν προαιρουμένοις, ἡ δὲ τὸν τῆς Ἐριφύλης περιθεμένη τῆς οἰκίας ὑπὸ τοῦ πρεσβυτάτου τῶν υἱῶν ὑπὸ μανίας ἐμπυρισθείσης μετὰ ταύτης ζῶσα κατεφλέχθη.
至于那些戴上来自德尔斐的金项链的福基斯领导人的妻子们,则遭到了与其不敬虔相配的惩罚:因为那个戴着曾属于海伦的项链的女人,落入了妓女的耻辱境地,并向那些企图侮辱她的人出卖美色;而另一个戴着埃里菲勒项链的女人,由于她的长子在狂怒中放火烧毁了房屋,她便与房子一起被活活烧死。
οἱ μὲν οὖν τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες τὸν εἰρημένον τρόπον ὑπὸ τῶν θεῶν τιμωρίας ἠξιώθησαν,
因此,那些胆敢藐视神明力量的人,便以所述的方式受到了神明的惩罚。
§16.64.3ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο.
相反,援助了神谕所的腓力,从此时起势力不断壮大,最终因其对神明的虔敬而被推举为全希腊的领袖,并建立了欧洲最伟大的王国。
ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.
我们既然已经对神圣战争作了充分的叙述,现在便回到其他类别的历史事件中去。

词汇与语法注释

  1. 16.64.1τιμωρίας ἠξιώθησαν — 动词 ἀξιόω(意为“认为……配得上”)的被动语态在此处带表示惩罚的属格(τιμωρίας),意为“被认为应当受到惩罚”或“被处以惩罚”。
  2. 16.64.2οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον — 阴性属格单数形容词 οἰκείας 与句末的名词 τιμωρίας(惩罚)一致,而非修饰中间的 τῆς ἀσεβείας(不敬虔),意为“她们自身(或与之相配)的惩罚”。而 τῆς ἀσεβείας 则作原因或关系的属格。
  3. 16.64.2τὸν τῆς Ἑλένης γεγενημένον — 名词的省略。在 τὸν ... γεγενημένον(“曾属于海伦的[项链]”)中,根据前句的 τοὺς χρυσοῦς ... ὅρμους,阳性名词 ὅρμος(项链)在上下文中被省略了。
  4. 16.64.2τῆς οἰκίας ... ἐμπυρισθείσης — 独立属格。这是一个包含被动分词的独立属格结构,表示影响主句主语事件的“原因”或“时间”(“当她的房屋被放火烧毁时”)。
  5. 16.64.3ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος — 现在分词 αὐξόμενος 在此处作中动/被动意义(意为“势力不断壮大、增长”),修饰主句主动词 ἀπεδείχθη。与介词短语 ἀπὸ ... τῶν χρόνων 和副词 ἀεί 连用,强调了持续且渐进的增长过程。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.64.1-16.64.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.64.1-16.64.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。