§16.63.1μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρχίδαμος πλεύσας εἰς τὴν Ἰταλίαν καὶ συμμαχήσας τοῖς Ταραντίνοις ἔν τινι μάχῃ διαγωνισάμενος λαμπρῶς ἐτελεύτησεν, ἀνὴρ κατὰ μὲν τὴν στρατηγίαν καὶ τὸν ἄλλον βίον ἐπαινούμενος, κατὰ δὲ τὴν πρὸς Φωκεῖς συμμαχίαν μόνην βλασφημούμενος, ὡς μάλιστʼ αἴτιος γεγονὼς τῆς τῶν Δελφῶν καταλήψεως.
在此之后,阿基达马斯航行至意大利并与塔兰托人结盟,在某场战斗中英勇奋战后牺牲;他是一个因其军事才能和整个人生而备受赞誉的人,唯独因与福基斯人的结盟而遭到谴责,被认为是对占领德尔斐负有最大责任的人。
§16.63.2Ἀρχίδαμος μὲν οὖν ἐβασίλευσε τῶν Λακεδαιμονίων ἔτη τρία πρὸς τοῖς εἴκοσι, τὴν δʼ ἀρχὴν διαδεξάμενος Ἆγις ὁ υἱὸς ἐβασίλευσεν ἔτη δεκαπέντε.
于是,阿基达马斯统治了拉刻代蒙人二十三年,继承王位的儿子哈吉斯统治了十五年。
ἔπειτα οἱ μὲν Ἀρχιδάμου μισθοφόροι μετεσχηκότες τῆς τοῦ μαντείου συλήσεως ὑπὸ τῶν Λευκανῶν κατηκοντίσθησαν, ὁ δὲ Φάλαικος ἐκπεσὼν ἐκ τῆς Λύκτου Κυδωνίαν πολιορκεῖν ἐπεχείρησεν.
随后,曾参与掠夺神谕所的阿基达马斯的雇佣兵被卢卡尼亚人用投枪刺杀,而法莱科斯在被驱逐出吕克托斯后,企图围攻库多尼亚。
§16.63.3κατασκευάσαντος δὲ αὐτοῦ μηχανὰς πολιορκητικὰς καὶ προσάγοντος τῇ πόλει, κεραυνῶν πεσόντων αὗται μὲν ὑπὸ τοῦ θείου πυρὸς κατεφλέχθησαν, τῶν δὲ μισθοφόρων πολλοὶ παραβοηθοῦντες ταῖς μηχαναῖς ὑπὸ τοῦ πυρὸς διεφθάρησαν· ἐν οἷς ἦν καὶ ὁ στρατηγὸς Φάλαικος.
当他制造了攻城器械并将其推向城市时,雷电击中,这些器械被神火烧毁,许多跑去抢救器械的雇佣兵被火烧死;在这些人中也包括将军法莱科斯。
§16.63.4ἔνιοι δέ φασιν αὐτὸν προσκόψαντά τινι τῶν μισθοφόρων ὑπὸ τούτου σφαγῆναι.
但有人说,他因为得罪了其中一名雇佣兵而被其杀害。
οἱ δὲ περιλειφθέντες τῶν μισθοφόρων ἀναληφθέντες ὑπὸ Ἠλείων φυγάδων εἰς τὴν Πελοπόννησον ἐκομίσθησαν καὶ μετὰ τούτων ἐπολέμουν πρὸς Ἠλείους.
幸存的雇佣兵被伊利斯流亡者接纳,运送至伯罗奔尼撒,并与他们一同对伊利斯人作战。
§16.63.5Ἀρκάδων δὲ συναγωνισαμένων τοῖς Ἠλείοις καὶ μάχῃ νικησάντων τοὺς φυγάδας πολλοὶ μὲν τῶν μισθοφόρων ἀνῃρέθησαν, οἱ δὲ περιλειφθέντες εἰς τετρακισχιλίους ἐζωγρήθησαν.
由于阿卡迪亚人与伊利斯人联合参战,并在战斗中击败了流亡者,许多雇佣兵被杀,幸存的约四千人被活捉。
διελομένων δὲ τῶν τε Ἀρκάδων καὶ Ἠλείων τοὺς αἰχμαλώτους οἱ μὲν Ἀρκάδες τοὺς ἑαυτοῖς μερισθέντας ἅπαντας ἐλαφυροπώλησαν, οἱ δʼ Ἠλεῖοι διὰ τὴν εἰς τὸ μαντεῖον παρανομίαν ἀπέσφαξαν.
当阿卡迪亚人和伊利斯人分发俘虏时,阿卡迪亚人将分给自己的所有人作为战利品卖掉,而伊利斯人则因他们对神谕所的违法暴行而将其处死。