§16.62.1ἐκπλεύσαντος δʼ αὐτοῦ καὶ πελαγίου γενομένου στρατιῶταί τινες τῶν ἐν τῷ μεγίστῳ πλοίῳ κομιζομένων,ᾧπερ αὐτὸς ὁ Φάλαικος ἐνέπλει, λόγον ἀλλήλοις ἐδίδοσαν ὑπονοοῦντες μηδένα μεταπέμψασθαι σφᾶς· οὔτε γὰρ ἡγεμόνας ἑώρων ἀπὸ τῶν ἐπικαλουμένων συμπλέοντας οὔθʼ ὁ πλοῦς ἦν ὀλίγος, ἀλλὰ πολὺς ὑπέκειτο καὶ χαλεπός.
当他启航并到达公海时,在法莱科斯本人乘坐的最大船只上运送的一些士兵开始互相商议,怀疑并没有人召集他们;因为他们既没有看到声称召集他们的人派来的指挥官同行,而且航程也非易事,摆在面前的是漫长而艰难的航行。
§16.62.2διόπερ ἀπιστοῦντες ἅμα τοῖς λεγομένοις καὶ φοβούμενοι τὴν διαπόντιον στρατείαν συνίσταντο καὶ μάλισθʼ οἱ τὰς ἡγεμονίας ἔχοντες τῶν μισθοφόρων.
因此,他们既不相信那些话,同时又害怕海外远征,于是开始联合起来,特别是那些在雇佣兵中担任指挥官的人。
τέλος δὲ σπασάμενοι τὰ ξίφη καὶ καταπληξάμενοι τόν τε Φάλαικον καὶ τὸν κυβερνήτην ἠνάγκασαν εἰς τοὐπίσω πάλιν ἀποπλεῖν.
最后,他们拔出剑来,威逼法莱科斯和舵手,强迫他们往回航行。
τὸ δʼ αὐτὸ καὶ τῶν ἐν τοῖς ἄλλοις πλοίοις κομιζομένων ποιησάντων κατέπλευσαν εἰς τὴν Πελοπόννησον.
由于在其他船只上运送的人也采取了同样的行为,他们便驶回并降落于伯罗奔尼撒。
§16.62.3ἀθροισθέντες δʼ εἰς Μαλέαν ἄκραν τῆς Λακωνικῆς ἐκεῖ κατέλαβον ἐκ Κρήτης καταπεπλευκότας Κνωσσίους πρέσβεις ἐπὶ συναγωγῇ μισθοφόρων· ὧν διαλεχθέντων τῷ τε Φαλαίκῳ καὶ τοῖς ἡγεμόσι καὶ δόντων ἀξιολόγους τοὺς μισθοὺς μετὰ τούτων ἅπαντες ἐξέπλευσαν.
他们在拉科尼亚的马莱阿角聚集后,在那里遇到了为招募雇佣兵而从克里特岛航行而来的克诺索斯使节;在这些使节与法莱科斯及指挥官们进行谈判并给予了丰厚的报酬后,所有人便与他们一同启航。
κατάραντες δὲ τῆς Κρήτης εἰς Κνωσσὸν εὐθὺς ἐξ ἐφόδου πόλιν κατελάβοντο τὴν καλουμένην Λύκτον.
他们抵达克里特岛克诺索斯领地后,立即发起进攻,占领了那座被称为吕克托斯的城市。
§16.62.4τοῖς δὲ Λυκτίοις ἐκ τῆς πατρίδος ἐκπεπτωκόσι παράδοξος καὶ σύντομος ἐφάνη βοήθεια.
对于被驱逐出家园的吕克托斯人来说,出现了一次出乎意料且迅速的援助。
περὶ γὰρ τοὺς αὐτοὺς χρόνους Ταραντίνων διαπολεμούντων πρὸς Λευκανοὺς καὶ πρὸς Λακεδαιμονίους, ὄντας προγόνους ἑαυτῶν, πεμψάντων πρέσβεις περὶ βοηθείας οἱ μὲν Σπαρτιᾶται διὰ τὴν συγγένειαν προθύμως ἔχοντες συμμαχῆσαι ταχέως δύναμιν ἤθροιζον πεζικήν τε καὶ ναυτικὴν καὶ ταύτης στρατηγὸν ἀπέδειξαν Ἀρχίδαμον τὸν βασιλέα· μελλόντων δʼ ἀπαίρειν εἰς τὴν Ἰταλίαν, ἠξίωσαν οἱ Λύκτιοι πρῶτον αὐτοῖς βοηθῆσαι·
因为在同一时期,塔兰托人正在与卢卡尼亚人作战,并向作为自己祖先的拉acedaemonians(拉刻代蒙人)派遣使节请求援助,斯巴达人由于亲属关系而热切希望结盟,迅速集结了陆海军力量,并指派国王阿基达马斯为司令官;当他们正准备出发前往意大利时,吕克托斯人请求他们首先援助自己。
οἱ δὲ Λακεδαιμόνιοι πεισθέντες καὶ πλεύσαντες εἰς τὴν Κρήτην τοὺς μισθοφόρους ἐνίκησαν, τοῖς δὲ Λακτίοις ἀνέσωσαν τὴν πατρίδα.
拉刻代蒙人听从了请求,航行到克里特岛击败了雇佣兵,为吕克托斯人收复了祖国。