Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.60.1-16.60.5

近邻同盟惩罚福基斯人与嘉奖菲力

第 568 段,共 723 段 · 希腊语

内容简介

近邻同盟会议决定对战败的福基斯人进行严厉惩罚,并授予菲力特权,菲力在为未来统治希腊做好准备后返回马其顿。

§16.60.1ἔδοξεν οὖν τοῖς συνέδροις μεταδοῦναι τῷ Φιλίππῳ καὶ τοῖς ἀπογόνοις αὐτοῦ τῆς Ἀμφικτυονίας καὶ δύο ψήφους ἔχειν, ἃς πρότερον οἱ καταπολεμηθέντες Φωκεῖς εἶχον· τῶν δʼ ἐπὶ Φωκεῦσι τριῶν πόλεων περιελεῖν τὰ τείχη καὶ μηδεμίαν κοινωνίαν εἶναι τοῖς Φωκεῦσι τοῦ ἱεροῦ μηδὲ τοῦ Ἀμφικτυονικοῦ συνεδρίου· μὴ ἐξεῖναι δὲ αὐτοῖς μήτε ἵππους μήτε ὅπλα κτήσασθαι, μέχρις ἂν οὗ τὰ χρήματα ἐκτίσωσι τῷ θεῷ τὰ σεσυλημένα· τοὺς δὲ πεφευγότας τῶν Φωκέων καὶ τῶν ἄλλων τῶν μετεσχηκότων τῆς ἱεροσυλίας ἐναγεῖς εἶναι καὶ ἀγωγίμους πάντοθεν· §16.60.2τὰς δὲ πόλεις ἁπάσας τῶν Φωκέων κατασκάψαι καὶ μετοικίσαι εἰς κώμας, ὧν ἑκάστην μὴ πλεῖον ἔχειν οἰκιῶν πεντήκοντα, μηδʼ ἔλαττον διεστάναι σταδίου τὰς κώμας ἀπʼ ἀλλήλων· ἔχειν δὲ Φωκεῖς τὴν χώραν καὶ φέρειν κατʼ ἐνιαυτὸν τῷ θεῷ φόρον τάλαντα ἑξήκοντα, μέχρις ἂν ἐκτίσωσι τὰ ἀπογραφέντα χρήματα κατὰ τὴν ἱεροσυλίαν· τιθέναι δὲ καὶ τὸν ἀγῶνα τῶν Πυθίων Φίλιππον μετὰ Βοιωτῶν καὶ Θετταλῶν διὰ τὸ Κορινθίους μετεσχηκέναι τοῖς Φωκεῦσι τῆς εἰς τὸ θεῖον παρανομίας· §16.60.3τοὺς δὲ Ἀμφικτύονας καὶ τὸν Φίλιππον τὰ ὅπλα τῶν Φωκέων καὶ τῶν μισθοφόρων καταπετροκοπῆσαι καὶ τὰ λείψανα αὐτῶν κατακαῦσαι καὶ τοὺς ἵππους ἀποδόσθαι.
因此,近邻同盟的会议代表们决定授予菲力和他的子孙近邻同盟成员身份,并让他们拥有此前被击败的福基斯人所拥有的两票表决权;同时,拆除那些曾站在福基斯人一边的三个城市的城墙,且福基斯人不得参与神庙及近邻同盟会议的任何事务;在他们向神明偿还所掠夺的资金之前,不得拥有马匹或武器;而逃亡的福基斯人以及其他参与了亵渎神明行为的人,都属于被诅咒之人,在任何地方都可以被逮捕;此外,将福基斯人的所有城市彻底摧毁,并让他们迁入村庄,每个村庄的房屋不得超过五十户,且各村庄之间的距离不得少于一斯塔德;福基斯人可以保留其土地,但每年须向神明缴纳六十塔兰同的贡赋,直到他们偿还完亵渎神明期间登记的所有资金;由于科林斯人曾与福基斯人一同参与了对神明的违法行为,因此菲力将与波奥蒂亚人及色萨利人共同主持皮提亚竞技会;近邻同盟和菲力应当用石头砸碎福基斯人及雇佣兵的武器,烧毁其残余,并将马匹卖掉。
ἀκολούθως δὲ τούτοις διέταξαν οἱ Ἀμφικτύονες τὰ περὶ τὴν ἐπιμέλειαν τοῦ μαντείου καὶ τἄλλα πάντα τὰ πρὸς εὐσέβειαν καὶ κοινὴν εἰρήνην καὶ ὁμόνοιαν τοῖς Ἕλλησιν ἀνήκοντα.
根据这些决定,近邻同盟规定了有关神谕所管理的事项,以及其他所有关乎希腊人虔敬、共同和平与和谐的事项。
§16.60.4μετὰ δὲ ταῦτα Φίλιππος μὲν τὰ δεδογμένα τοῖς Ἀμφικτύοσι συγκαταστήσας καὶ πρὸς πάντας φιλοφρονηθεὶς ἐπανῆλθεν εἰς Μακεδονίαν, οὐ μόνον δόξαν εὐσεβείας καὶ ἀρετῆς στρατηγικῆς περιπεποιημένος, ἀλλὰ καὶ πρὸς τὴν μέλλουσαν αὔξησιν αὐτῷ γίνεσθαι μεγάλα προκατεσκευασμένος.
在此之后,菲力在协助执行了近邻同盟的决议并对所有人表示友好之后,回到了马其顿,他不仅赢得了虔敬和军事才能的名望,而且还为他未来的势力扩张做好准备。
§16.60.5ἐπεθύμει γὰρ τῆς Ἑλλάδος ἀποδειχθῆναι στρατηγὸς αὐτοκράτωρ καὶ τὸν πρὸς Πέρσας ἐξενεγκεῖν πόλεμον· ὅπερ καὶ συνέβη γενέσθαι.
因为他渴望被任命为全希腊的最高统帅,并发起对波斯人的战争;这确实在后来实现了。
ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις τὰ κατὰ μέρος ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.
然而,关于这些事情,我们将在适当的时期进行详细记载,现在我们将转向历史的连续叙述。

词汇与语法注释

  1. §16.60.1ἔδοξεν οὖν τοῖς συνέδροις — 从 §16.60.1 到 §16.60.3 的一系列不定式(μεταδοῦναι, ἔχειν, περιελεῖν, εἶναι, κτήσασθαι, εἶναι, κατασκάψαι, μετοικίσαι, ἔχειν, διεστάναι, φέρειν, τιθέναι, καταπετροκοπῆσαι, κατακαῦσαι, ἀποδόσθαι)全部隶属于句首的动词 ἔδοξεν,用以表达同盟会议的各项决议内容。这些不定式的逻辑主语根据上下文而有所转换。
  2. §16.60.1τῶν δʼ ἐπὶ Φωκεῦσι τριῶν πόλεων — 介词 ἐπί 接与格在此处表示“站在……一边”或“与……结盟”,指的是与福基斯人结盟的三个城市,而非指“在福基斯境内的城市”。
  3. §16.60.2οἰκιῶν πεντήκοντα — 属格 οἰκιῶν πεντήκοντα 受比较级 πλεῖον 限定,属于比较属格(genitive of comparison),表示“不超过五十户房屋”。
  4. §16.60.2μέχρις ἂν ἐκτίσωσι — 连接词 μέχρις ἄν 搭配虚拟语气(ἐκτίσωσι,过去不定时虚拟语气第三人称复数),构成时间状语从句,表示未来某个不确定的截止期限(“直到他们偿还完”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.60.1-16.60.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.60.1-16.60.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。