Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.60.1-16.60.5

隣隣同盟によるフォキス処罰とフィリッポスの顕彰

568 / 723 箇所 · ギリシア語

要旨

隣隣同盟評議会は、神聖戦争に敗北したフォキス人への過酷な処分とフィリッポスへの特権授与を決定し、フィリッポスはギリシアでの支配力を高めてマケドニアへ帰還する。

§16.60.1ἔδοξεν οὖν τοῖς συνέδροις μεταδοῦναι τῷ Φιλίππῳ καὶ τοῖς ἀπογόνοις αὐτοῦ τῆς Ἀμφικτυονίας καὶ δύο ψήφους ἔχειν, ἃς πρότερον οἱ καταπολεμηθέντες Φωκεῖς εἶχον·
そこで、評議会員たちは、フィリッポスとその子孫に隣隣同盟への参加権を与え、以前は敗北したフォキス人が持っていた二つの投票権を彼らに保有させることを決議した。
τῶν δʼ ἐπὶ Φωκεῦσι τριῶν πόλεων περιελεῖν τὰ τείχη καὶ μηδεμίαν κοινωνίαν εἶναι τοῖς Φωκεῦσι τοῦ ἱεροῦ μηδὲ τοῦ Ἀμφικτυονικοῦ συνεδρίου· μὴ ἐξεῖναι δὲ αὐτοῖς μήτε ἵππους μήτε ὅπλα κτήσασθαι, μέχρις ἂν οὗ τὰ χρήματα ἐκτίσωσι τῷ θεῷ τὰ σεσυλημένα· τοὺς δὲ πεφευγότας τῶν Φωκέων καὶ τῶν ἄλλων τῶν μετεσχηκότων τῆς ἱεροσυλίας ἐναγεῖς εἶναι καὶ ἀγωγίμους πάντοθεν·
また、フォキス人に加担した三つの都市の城壁を取り壊すこと、フォキス人には神殿および隣隣同盟評議会へのいかなる関与も認めないこと、彼らが神から略奪した資金を返済するまでは、馬も武器も所有することを禁じること、そして逃亡したフォキス人や、その他の聖域略奪の共犯者たちを、神の呪いを受けた者として、いかなる場所からでも連行可能とすることを決議した。
§16.60.2τὰς δὲ πόλεις ἁπάσας τῶν Φωκέων κατασκάψαι καὶ μετοικίσαι εἰς κώμας, ὧν ἑκάστην μὴ πλεῖον ἔχειν οἰκιῶν πεντήκοντα, μηδʼ ἔλαττον διεστάναι σταδίου τὰς κώμας ἀπʼ ἀλλήλων· ἔχειν δὲ Φωκεῖς τὴν χώραν καὶ φέρειν κατʼ ἐνιαυτὸν τῷ θεῷ φόρον τάλαντα ἑξήκοντα, μέχρις ἂν ἐκτίσωσι τὰ ἀπογραφέντα χρήματα κατὰ τὴν ἱεροσυλίαν· τιθέναι δὲ καὶ τὸν ἀγῶνα τῶν Πυθίων Φίλιππον μετὰ Βοιωτῶν καὶ Θετταλῶν διὰ τὸ Κορινθίους μετεσχηκέναι τοῖς Φωκεῦσι τῆς εἰς τὸ θεῖον παρανομίας·
さらに、フォキス人のすべての都市を破壊し、村落へと移住させること、それぞれの村落は五十戸を超えないものとし、村落同士は互いに一スタディオン以上の距離を置くこと、しかしフォキス人はその土地を保持し、聖域略奪によって登録された額の資金を返済し終えるまでは、毎年六十タラントンを神への貢納金として支払うこと、そして、コリントス人がフォキス人による神への不敬の罪に加担したため、フィリッポスがボイオティア人やテッサリア人とともにピューティア競技会を主催することを決議した。
§16.60.3τοὺς δὲ Ἀμφικτύονας καὶ τὸν Φίλιππον τὰ ὅπλα τῶν Φωκέων καὶ τῶν μισθοφόρων καταπετροκοπῆσαι καὶ τὰ λείψανα αὐτῶν κατακαῦσαι καὶ τοὺς ἵππους ἀποδόσθαι.
また、隣隣同盟とフィリッポスが、フォキス人および傭兵たちの武器を岩で砕き、その残骸を焼き払い、彼らの馬を売却することを決議した。
ἀκολούθως δὲ τούτοις διέταξαν οἱ Ἀμφικτύονες τὰ περὶ τὴν ἐπιμέλειαν τοῦ μαντείου καὶ τἄλλα πάντα τὰ πρὸς εὐσέβειαν καὶ κοινὴν εἰρήνην καὶ ὁμόνοιαν τοῖς Ἕλλησιν ἀνήκοντα.
これらに従って、隣隣同盟の人々は、神託所の管理に関する事項や、その他ギリシア人全体の敬虔、共通の平和、そして協調に資するすべての事柄を規定した。
§16.60.4μετὰ δὲ ταῦτα Φίλιππος μὲν τὰ δεδογμένα τοῖς Ἀμφικτύοσι συγκαταστήσας καὶ πρὸς πάντας φιλοφρονηθεὶς ἐπανῆλθεν εἰς Μακεδονίαν, οὐ μόνον δόξαν εὐσεβείας καὶ ἀρετῆς στρατηγικῆς περιπεποιημένος, ἀλλὰ καὶ πρὸς τὴν μέλλουσαν αὔξησιν αὐτῷ γίνεσθαι μεγάλα προκατεσκευασμένος.
この後、フィリッポスは隣隣同盟が決定した事項の実施を助け、すべての人々に対して友好的に接した上で、マケドニアに帰還した。 彼は敬虔さと優れた将帥としての名声を手に入れただけでなく、自らの将来の勢力拡大に向けて大いなる準備を整えたのである。
§16.60.5ἐπεθύμει γὰρ τῆς Ἑλλάδος ἀποδειχθῆναι στρατηγὸς αὐτοκράτωρ καὶ τὸν πρὸς Πέρσας ἐξενεγκεῖν πόλεμον· ὅπερ καὶ συνέβη γενέσθαι.
というのも、彼はギリシアの全権将軍に任命され、ペルシアに対する戦争を興すことを切望していたからであり、それは実際に実現することとなった。
ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις τὰ κατὰ μέρος ἀναγράψομεν, νῦν δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.
しかし、これらについては適切な時期に個別に記録することとし、今は歴史の連続へと目を向けることにする。

語釈・文法注

  1. §16.60.1ἔδοξεν οὖν τοῖς συνέδροις — この動詞 ἔδοξεν に、§16.60.1 から §16.60.3 にわたる一連の不定詞句(μεταδοῦναι, ἔχειν, περιελεῖν, εἶναι, κτήσασθαι, εἶναι, κατασκάψαι, μετοικίσαι, ἔχειν, διεστάναι, φέρειν, τιθέναι, καταπετροκοπῆσαι, κατακαῦσαι, ἀποδόσθαι)がすべて従属している。各文脈に応じて、不定詞の意味上の主語(対格主語、あるいは文脈上の与格など)が交代する複雑な入れ子構造になっている。
  2. §16.60.1τῶν δʼ ἐπὶ Φωκεῦσι τριῶν πόλεων — 前置詞 ἐπί +与格は「〜に加担して」「〜の味方をして」を意味し、ここでは「フォキス人たちに味方した3つの都市」を指す。所属を表す属格(genitive of possession)ではなく、同盟関係を示す修飾句として機能している。
  3. §16.60.2οἰκιῶν πεντήκοντα — 比較級 πλεῖον(πλεῖον ἔχειν)の比較対象を表す比較の属格(genitive of comparison)。「50戸より多く(〜を超えて)持たない」という意味になる。
  4. §16.60.2μέχρις ἂν ἐκτίσωσι — 接続詞 μέχρις ἄν +接続法(aorist active subjunctive 3rd person plural)の構文。未来における条件付きの期限(〜を支払い終える時まで)を限定する時間節を構成している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.60.1-16.60.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.60.1-16.60.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。