Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.59.1-16.59.4

福基斯战争的终结与向菲力投降

第 567 段,共 723 段 · 希腊语

内容简介

历时十年的福基斯战争走向结束;法莱科斯与雇佣兵达成协议后撤退,而福基斯人则向菲力投降,菲力决定将战后裁决权移交给近邻同盟会议。

§16.59.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον.
在阿尔基亚斯担任雅典执政官期间,罗马人任命马尔库斯·埃米利乌斯和提图斯·昆克蒂乌斯为执政官。
ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον.
在他们任内,持续了十年的福基斯战争以下述方式结束。
Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.
由于战争的长期化,波奥蒂亚人和福基斯人都已疲惫不堪,福基斯人派使节前往拉刻代蒙请求援助,而斯巴达人则派遣了一千名重装步兵,并任命他们的国王阿希达穆斯为将军。
§16.59.2Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως.
波奥蒂亚人也像他们一样,派使节前往菲力处请求结盟,于是菲力带领色萨利人,率领大军来到洛克里斯。
καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον·
当他发现法莱科斯再次被任命为将军并掌握着大量雇佣兵时,便准备通过决战来决定战争的胜负。
ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.
然而,留在尼凯亚的法莱科斯看出自己并非对手,便派使节前往国王处进行和平谈判。
§16.59.3γενομένης δʼ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.
在达成允许法莱科斯及其士兵可以去往任何他想去的地方的协议后,法莱科斯便在休战条约保护下,率领其八千名雇佣兵撤退到伯罗奔尼撒。 而福基斯人则希望破灭,向菲力投降。
§16.59.4ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν.
国王在没有进行战斗的情况下出人意料地结束了神圣战争,并与波奥蒂亚人及色萨利人一同召开会议。
ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι.
因此他决定召集近邻同盟会议,并将全盘决定权委托给这一机构。

词汇与语法注释

  1. 16.59.1Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων — 属格独立结构,表示主句中派遣使节等动作的直接原因或理由。
  2. 16.59.2Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον — 分词 καταλαβών(“发现”)带有对格名词加完美被动分词 ἠξιωμένον 作为宾语补足语,表示“发现法莱科斯重新被任命为将军”。
  3. 16.59.3ὥστε τὸν Φάλαικον ... ἀπελθεῖν — 带有不定式的 ὥστε 从句,起同格解释作用,说明前述名词 ὁμολογίας(“协议”)的具体内容,而非表示结果。
  4. 16.59.4τὴν περὶ τῶν ὅλων διάγνωσιν — 介词短语 περὶ τῶν ὅλων(“关于一切的”)置于冠词和名词 διάγνωσιν 之间起属性修饰作用,意为“关于所有事情的最终决定”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.59.1-16.59.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.59.1-16.59.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。