§16.59.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον.
When Archias was archon in Athens, the Romans established Marcus Aemilius and Titus Quinctius as consuls.
ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον.
During their term of office, the Phocian War, having lasted ten years, was brought to an end in the following manner.
Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.
Since both the Boeotians and the Phocians had been weakened by the length of the war, the Phocians dispatched ambassadors to Lacedaemon to ask for aid, and the Spartans sent out a thousand hoplites, having appointed their king, Archidamus, as commander.
§16.59.2Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως.
When the Boeotians, in a similar manner to these, sent ambassadors to Philip for an alliance, Philip, having taken the Thessalians along, arrived in Locris with a large force.
καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον· ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.
Finding Phalaecus once again restored to the generalship and holding the multitude of mercenaries, he prepared to decide the war by a pitched battle; but Phalaecus, staying in Nicaea and seeing that he was not a match for the enemy, sent ambassadors to the king to treat for terms of settlement.
§16.59.3γενομένης δʼ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.
An agreement having been reached that Phalaecus with his soldiers might depart wherever he wished, he withdrew under truce to the Peloponnese with his mercenaries, who numbered eight thousand; and the Phocians, their hopes utterly shattered, surrendered themselves to Philip.
§16.59.4ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν.
The king, having ended the Sacred War unexpectedly without a battle, held a council with the Boeotians and Thessalians.
ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι.
He therefore decided to convene the assembly of the Amphictyons and to entrust to this body the determination of the whole matter.