§16.59.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Αἰμίλιον καὶ Τίτον Κοΐνκτιον.
アテナイにおいてアルキアスがアルコンであった年、ローマ人はマルクス・アエミリウスとティトゥス・クィンクティウスを執政官に任命した。
ἐπὶ δὲ τούτων ὁ Φωκικὸς πόλεμος, διαμείνας ἔτη δέκα, κατελύθη τόνδε τὸν τρόπον.
彼らの任期中、十年間続いたフォキス戦争は次のような方法で終結した。
Βοιωτῶν καὶ Φωκέων τεταπεινωμένων διὰ τὸ μῆκος τοῦ πολέμου Φωκεῖς μὲν πρέσβεις ἐξαπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηθείας, Σπαρτιᾶται δὲ χιλίους ὁπλίτας ἐξέπεμψαν στρατηγὸν ἐπιστήσαντες Ἀρχίδαμον τὸν βασιλέα.
戦争の長期化によってボイオティア人とフォキス人の双方が疲弊していたため、フォキス人は援助を求めてラケダイモンへ使節を派遣し、スパルタ人は王アキダモスを将軍に任命して、千人の重装歩兵を派遣した。
§16.59.2Βοιωτῶν δὲ παραπλησίως τούτοις διαπρεσβευσαμένων πρὸς Φίλιππον περὶ συμμαχίας ὁ Φίλιππος παραλαβὼν τοὺς Θετταλοὺς ἧκεν εἰς τὴν Λοκρίδα μετὰ πολλῆς δυνάμεως.
ボイオティア人も彼らと同様に、同盟を求めてフィリッポスに使節を派遣したため、フィリッポスはテッサリア人たちを率いて、大軍とともにロクリス地方へやって来た。
καταλαβὼν δὲ Φάλαικον πάλιν τῆς στρατηγίας ἠξιωμένον καὶ τὸ τῶν μισθοφόρων ἔχοντα πλῆθος παρεσκευάζετο παρατάξει κρῖναι τὸν πόλεμον·
彼は、再び将軍の職に復帰して傭兵の大部隊を掌握していたファライコスを見いだすと、決戦によって戦争に決着をつける準備を整えた。
ὁ δὲ Φάλαικος ἐν τῇ Νικαίᾳ διατρίβων καὶ θεωρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα διεπρεσβεύσατο πρὸς τὸν βασιλέα περὶ διαλύσεων.
しかし、ニカイアにとどまっていたファライコスは、自分に戦うだけの力がないことを見て取り、和平交渉を行うために王に使節を派遣した。
§16.59.3γενομένης δʼ ὁμολογίας ὥστε τὸν Φάλαικον μετὰ τῶν στρατιωτῶν ἀπελθεῖν ὅποι βούλοιτο, οὗτος μὲν ὑπόσπονδος εἰς τὴν Πελοπόννησον ἀπεχώρησε μετὰ τῶν μισθοφόρων, ὄντων ὀκτακισχιλίων, οἱ δὲ Φωκεῖς συντριβέντες ταῖς ἐλπίσι παρέδωκαν ἑαυτοὺς τῷ Φιλίππῳ.
ファライコスが兵士たちとともに望むところへ立ち去ることができるという合意が成立したため、彼は休戦条約のもと、八千人の傭兵を率いてペロポネソスへと退却した。 一方、フォキス人たちは希望を打ち砕かれ、フィリッポスに降伏した。
§16.59.4ὁ δὲ βασιλεὺς ἄνευ μάχης ἀνελπίστως καταλύσας τὸν ἱερὸν πόλεμον συνήδρευε μετὰ Βοιωτῶν καὶ Θετταλῶν.
王は戦闘を行うことなく、思いがけず神聖戦争を終結させ、ボイオティア人やテッサリア人とともに会議を開いた。
ἔκρινεν οὖν συναγαγεῖν τὸ τῶν Ἀμφικτυόνων συνέδριον καὶ τούτῳ τὴν περὶ τῶν ὅλων διάγνωσιν ἐπιτρέψαι.
そこで彼は、隣隣同盟(アンフィクティオニア)の評議会を招集し、これに全体的な決定権を委ねることを決議した。