§16.56.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος.
当地米斯托克利在雅典担任执政官时,盖乌斯·科尔内利乌斯和马尔库斯·波皮利乌斯在罗马接任执政官职。
ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα.
在他们任内,波奥蒂亚人蹂躏了福基斯的大片土地,在名为许阿的城市附近击败了敌人,并斩杀了其中约七十人。
§16.56.2μετὰ δὲ ταῦτα Βοιωτοὶ περὶ Κορώνειαν συμπλακέντες τοῖς Φωκεῦσιν ἡττήθησαν καὶ συχνοὺς ἀπέβαλον.
此后,波奥蒂亚人在科罗内亚附近与福基斯人交战,结果战败并损失了许多士兵。
ἔπειτα τῶν Φωκέων κατασχόντων ἱκανάς τινας πόλεις ἐν τῇ Βοιωτίᾳ στρατεύσαντες οἱ Βοιωτοὶ καὶ τὸν σῖτον ἐκ τῆς χώρας τῶν πολεμίων φθείραντες κατὰ τὴν ἐπάνοδον ἡττήθησαν.
随后,在福基斯人占领了波奥蒂亚的几座城市后,波奥蒂亚人发动远征,摧毁了敌方土地上的庄稼,但在撤退途中被击败。
§16.56.3ἅμα δὲ τούτοις πραττομένοις Φάλαικος μὲν ὁ τῶν Φωκέων στρατηγὸς, διαβληθεὶς ὅτι πολλὰ τῶν ἱερῶν χρημάτων κέκλοφεν, ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, ἀντὶ δὲ τούτου στρατηγῶν αἱρεθέντων τριῶν, Δεινοκράτους καὶ Καλλίου καὶ Σωφάνους, ἐγένετο ζήτησις τῶν ἱερῶν χρημάτων καὶ λόγον τοὺς κεχειρικότας οἱ Φωκεῖς ἀπῄτουν·
在这些事情发生的同时,福基斯人的将军法莱科斯因被控盗窃了大量圣物资金而被罢免了职务;在选出三位将军——狄诺克拉底、卡里亚斯和索法内斯来接替他之后,对圣物资金的调查展开了,福基斯人要求那些管理过资金的人提交账目。
ἦν δὲ πλεῖστα διῳκηκὼς Φίλων.
而菲隆是管理最多资金的人。
§16.56.4οὗτος δʼ οὐ δυνάμενος ἀποδοῦναι τὸν λόγον κατεδικάσθη καὶ στρεβλωθεὶς ὑπὸ τῶν στρατηγῶν τοὺς μετέχοντας τῆς κλοπῆς ἐμήνυσεν, αὐτὸς δὲ ταῖς ἐσχάταις αἰκίαις περιπεσὼν οἰκείαν τῆς ἀσεβείας ἔσχε τὴν τοῦ βίου καταστροφήν.
菲隆因无法交付账目而被判有罪,在受到将军们的严刑拷打后,他供出了参与盗窃的同谋,而他自己则遭受了极刑,迎来了与其不敬虔相称的生命终结。
§16.56.5οἱ δὲ νοσφισάμενοι τὰ χρήματα τὰ σωζόμενα καὶ περιόντα τῶν ἐκ τῆς κλοπῆς ἀπέδωκαν, αὐτοὶ δʼ ἐθανατώθησαν ὡς ἱερόσυλοι.
那些侵吞了资金的人归还了盗窃所得中被保存和剩余的部分,但他们自己则作为盗庙者被处死。
τῶν δὲ προγεγενημένων στρατηγῶν ὁ μὲν πρῶτος ἄρξας Φιλόμηλος ἀπέσχετο τῶν ἀναθημάτων, ὁ δὲ δεύτερος,προσαγορευόμενος μὲν Ὀνόμαρχος, ἀδελφὸς δʼ ὢν Φιλομήλου, πλεῖστα τῶν τοῦ θεοῦ χρημάτων κατεδαπάνησε, τρίτος δὲ Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου στρατηγήσας οὐκ ὀλίγα τῶν ἀναθημάτων κατέκοψεν εἰς τὰς τῶν ξένων μισθοφοράς.
在之前的历任将军中,第一位掌权者菲洛梅洛斯克制自己没有动用奉献物,但第二位名叫奥诺马库斯、即菲洛梅洛斯兄弟的将军,挥霍了神庙资金的大部分,而第三位将军即奥诺马库斯的兄弟法乌洛斯,则熔化了为数不少的奉献物来支付雇佣兵的军饷。
§16.56.6τὰς γὰρ ἀνατεθείσας ὑπὸ Κροίσου τοῦ Λυδῶν βασιλέως χρυσᾶς πλίνθους, οὔσας ἑκατὸν καὶ εἴκοσι διταλάντους, κατέκοψεν εἰς νόμισμα, φιάλας δὲ χρυσᾶς τριακοσίας καὶ ἑξήκοντα διμναίους καὶ λέοντα χρυσοῦν καὶ γυναῖκα, τριάκοντα ταλάντων χρυσοῦ σταθμὸν ἀγόντων τῶν πάντων·
事实上,他将吕底亚国王克罗伊索斯所奉献的一百二十块、每块重两塔兰同的金砖熔化铸成货币,还有三百六十个、每个重两米纳的金碗,以及一个金狮子和一个女人像,这些总共重达三十金塔兰同;因此,熔化后的全部黄金如果换算成白银的价值,则达四千塔兰同。
ὥστε τὸ πᾶν κατακοπὲν χρυσίον εἰς ἀργυρίου λόγον ἀναγομένων τῶν χρημάτων εὑρίσκεσθαι τάλαντα τετρακισχίλια· τῶν δʼ ἀργυρῶν ἀναθημάτων τῶν τε ὑπὸ Κροίσου καὶ τῶν ἄλλων ἁπάντων ἀνατεθέντων τοὺς πάντας στρατηγοὺς δεδαπανηκέναι τάλαντα πλείω τῶν ἑξακισχιλίων, προστιθεμένων δὲ καὶ τῶν χρυσῶν ἀναθημάτων ὑπερβάλλειν τὰ μύρια τάλαντα.
至于由克罗伊索斯和所有其他人所奉献的白银奉献物,历任所有将军共挥霍了六千多塔兰同,若再加上黄金奉献物,则总额超过了一万塔兰同。
§16.56.7ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπʼ Ἀλεξάνδρου κατακτηθέντων.
一些历史学家表示,被劫掠的财宝不亚于亚历山大在波斯宝库中获取的财富。
ἐπεχείρησαν δʼ οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόν τε καὶ χρυσόν· καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον.
法莱科斯身旁的将军们甚至企图挖掘神殿,因为有人说神殿内藏有包含大量白银和黄金的宝藏;他们热心地挖掘了祭坛和三脚架周围。
ὁ δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει
"
οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ. "
那个透露宝藏的人,引荐了诗人中最显赫、最古老的荷马作为见证,荷马在诗中写道: "即便是在多石的普托,射手佛波斯·阿波罗的石质门槛内所锁闭的一切财富,也无法与之相比。
§16.56.8τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων.
"当士兵们企图在三脚架周围挖掘时,发生了大地震,给福基斯人带来了极大的恐惧,由于神明显然是在预示对盗庙者的惩罚,他们便停止了这项工作。
ὁ δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων ὁ προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.
而这场违法行为的首领,即前述的菲隆,很快就向神明支付了应有的惩罚。