§16.57.1τῆς δὲ τῶν ἱερῶν χρημάτων φθορᾶς τὴν μὴν ὅλην ἐπιγραφὴν ἔσκον Φωκεῖς, μετέσχον δὲ τῆς αἱρέσεως Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι συμμαχήσαντες τοῖς Φωκεῦσι καὶ οὐ κατὰ τὸ πλῆθος τῶν ἐκπεμπομένων στρατιωτῶν τοὺς μισθοὺς λαβόντες.
虽然福基斯人承担了挥霍圣物资金的全部恶名,但雅典人和拉刻代蒙人因与福基斯人结盟,并且收受了与所派遣士兵人数不相称的巨额军饷,从而也参与了这场掠夺。
§16.57.2οὕτω δὲ τοῖς Ἀθηναίοις ὁ χρόνος οὗτος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως καὶ Διονυσίου τοῦ Συρακοσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα περιτυχὼν ταῖς κομιζούσαις αὐτὰ ναυσὶν ὁ Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν τί χρὴ πράττειν, οἱ δʼ Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν ἐξετάζειν, ἀλλὰ σκοπεῖν ὅπως τοὺς στρατιώτας διαθρέψει.
这一时期带给雅典人对神明犯下的罪过如此之大,以至于在德尔斐危机前不久,当伊菲克拉特斯率领海军驻扎在科尔库拉附近,而叙拉古的统治者狄奥尼西奥斯向奥林匹亚和德尔斐送去用黄金和象牙制作的神像时,伊菲克拉特斯遇到了运送神像的船只并将其捕获,他派人向公民大会请示该如何处理;但雅典人命令他不要查问神明的事物,而要考虑如何供养他的士兵。
§16.57.3Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον· ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφʼ ἡμῶν τοῖς θεοῖς ἀπεσταλμένα παρελόμενοι κατεκόψατε καὶ περὶ τοὺς μεγίστους τῶν θεῶν ἠσεβήκατε, περὶ τὸν Ἀπόλλωνα τὸν ἐν Δελφοῖς καὶ τὸν Δία τὸν Ὀλύμπιον.
于是,伊菲克拉特斯服从了母邦的决议,将神明仪饰作为战利品予以出售;而这位僭主对雅典人感到愤怒,给他们写了这样一封信:“狄奥尼西奥斯致雅典议会与公民大会:祝你们安好是不合时宜的,因为你们在陆地和海上都掠夺神明,将我们送去奉献给神明的雕像夺取并熔化,对最伟大的神明——德尔斐的阿波罗和奥林匹亚的宙斯犯下了不敬之罪。
§16.57.4Ἀθηναῖοι μὲν οὖν περὶ τὸ θεῖον τοιαῦτʼ ἔπραξαν, καὶ ταῦτα εὐχόμενοι τὸν Ἀπόλλωνα πατρῷον αὐτῶν εἶναι καὶ πρόγονον· Λακεδαιμόνιοι δὲ τῷ περὶ Δελφοὺς μαντείῳ χρησάμενοι καὶ τὴν θαυμαζομένην παρὰ πᾶσι πολιτείαν διὰ τούτου κτησάμενοι καὶ περὶ τῶν μεγίστων ἔτι καὶ νῦν τὸν θεὸν ἐπερωτῶντες ἐτόλμησαν τοῖς τὸ ἱερὸν συλήσασι κοινωνῆσαι τῆς παρανομίας.
” 雅典人对神明做出了这样的事,而且这还是在他们祈求阿波罗作为其祖神和祖先的情况下;而那利用德尔斐神谕并借此获得人人称羡的政体、至今仍在重大事务上向神明求问的拉刻代蒙人,竟然胆敢与那些掠夺神庙的人同流合污,共犯不法之事。