Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.55.1-16.55.4

战胜节庆与对演员萨特罗斯的宽容

第 563 段,共 723 段 · 希腊语

内容简介

腓力举办盛大节日庆祝攻占奥林索斯,以其慷慨大度笼络人心。在宴会上,他欣然允诺了演员萨特罗斯的请求,通过这种宽宏大量进一步吸引了许多希腊人归顺他。

§16.55.1μετὰ δὲ τὴν ἅλωσιν τῆς Ὀλύνθου Ὀλύμπια ποιήσας τοῖς θεοῖς ἐπινίκια μεγαλοπρεπεῖς θυσίας συνετέλεσεν· πανήγυριν δὲ μεγάλην συστησάμενος καὶ λαμπροὺς ἀγῶνας ποιήσας πολλοὺς τῶν ἐπιδημούντων ξένων ἐπὶ τὰς ἑστιάσεις παρελάμβανε.
攻占奥林索斯后,腓力为诸神举行了庆祝胜利的奥林匹亚竞技会,并献祭了宏伟的祭品;在组织了盛大的节日集会并举行了绚丽的竞技之后,他邀请了许多旅居此地的外邦人参加宴会。
§16.55.2παρὰ δὲ τοὺς πότους πολλαῖς ὁμιλίαις χρώμενος καὶ πολλοῖς μὲν ποτήρια διδοὺς κατὰ τὰς προπόσεις, οὐκ ὀλίγοις δὲ δωρεὰς ἀπονέμων, πᾶσι δὲ μεγάλας ἀπαγγελίας εὐχαρίστως ποιούμενος πολλοὺς ἔσχεν ἐπιθυμητὰς τῆς πρὸς αὐτὸν φιλίας.
在宴饮期间,他通过进行许多交谈,在敬酒时将金杯赠予许多人,向不少人分发礼物,并和蔼地向所有人许下宏大的承诺,从而使许多人渴望与他建立友谊。
§16.55.3καὶ δήποτʼ ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντʼ ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρʼ αὐτοῦ φιλανθρωπίας·
有一次在宴会上,他注意到演员萨特罗斯神情忧郁,便问他为什么唯独他不想分享自己的恩惠。
τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, ὁ μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν ὅ τι ἂν αἰτήσῃ χαρίσασθαι·
当萨特罗斯回答说,他希望从他那里得到一份礼物,但又担心一旦说出自己准备好的请求会遭到拒绝时,国王喜出望外,向他保证无论他提出什么要求都会予以满足。
ὁ δʼ εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι· ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλʼ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας.
萨特罗斯于是说,他的一位朋友的两个正值适婚年龄的女儿就在俘虏之中;因此,他希望得到她们,并不是为了通过获得这份礼物来谋取什么私利,而是为了给她们两人提供嫁妆,让她们出嫁,而不至于坐视她们遭受与她们年龄不相称的耻辱。
§16.55.4μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ.
在此之后,腓力欣然接受了这一请求,并立即将这两个少女赠送给萨特罗斯。
πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος· πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.
通过散播许多其他各种各样的恩惠和礼物,他收获了数倍于其恩德的回报;因为许多人受到对其恩惠的期待所诱惑,争先恐后地将自己献给腓力并交出自己的祖国。

词汇与语法注释

  1. §16.55.3τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ — 在独立属格 τοῦ δʼ εἰπόντος 所引导的 ὅτι 从句中,直接陈述语气的动词(βούλεται)与延续间接引语的不定式(δεδοικέναι)并列使用。
  2. §16.55.3ταύτας οὖν βούλεσθαι λαβεῖν — 在由 ὅτι 引导的持续陈述中,主句动词转换为不定式(βούλεσθαι),用以表示间接引语的延续。
  3. §16.55.4ἔφθασαν ἀλλήλους προσνέμοντες — 动词 φθάνω 与分词(προσνέμοντες)结合,意为“抢在他人之前做某事”,此处与代词 ἀλλήλους 连用,表示“争先恐后地献出自己”这一竞争性动作。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.55.1-16.55.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.55.1-16.55.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。