§16.56.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεμιστοκλέους ἐν Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Γάιος Κορνήλιος καὶ Μάρκος Ποπίλιος.
アテナイでテミストクレスがアルコンであったとき、ローマではガイウス・コルネリウスとマルクス・ポピリウスが執政官職を引き継いだ。
ἐπὶ δὲ τούτων Βοιωτοὶ πολλὴν τῆς Φωκίδος χώραν πορθήσαντες περὶ τὴν ὀνομαζομένην Ὕαν πόλιν ἐνίκησαν τοὺς πολεμίους καὶ κατέβαλον αὐτῶν περὶ ἑβδομήκοντα.
この者たちの任期中に、ボイオティア人はフォキスの多くの土地を略奪し、ヒュアと呼ばれる都市の付近で敵を破って彼らのうち約70人を討ち取った。
§16.56.2μετὰ δὲ ταῦτα Βοιωτοὶ περὶ Κορώνειαν συμπλακέντες τοῖς Φωκεῦσιν ἡττήθησαν καὶ συχνοὺς ἀπέβαλον.
この後、ボイオティア人はコロネイア付近でフォキス人と交戦して敗北し、多くの兵を失った。
ἔπειτα τῶν Φωκέων κατασχόντων ἱκανάς τινας πόλεις ἐν τῇ Βοιωτίᾳ στρατεύσαντες οἱ Βοιωτοὶ καὶ τὸν σῖτον ἐκ τῆς χώρας τῶν πολεμίων φθείραντες κατὰ τὴν ἐπάνοδον ἡττήθησαν.
その後、フォキス人がボイオティアのいくつかの都市を占拠したため、ボイオティア人は遠征し、敵の土地の穀物を破壊したが、帰路に敗北した。
§16.56.3ἅμα δὲ τούτοις πραττομένοις Φάλαικος μὲν ὁ τῶν Φωκέων στρατηγὸς, διαβληθεὶς ὅτι πολλὰ τῶν ἱερῶν χρημάτων κέκλοφεν, ἐξέπεσεν ἐκ τῆς ἀρχῆς, ἀντὶ δὲ τούτου στρατηγῶν αἱρεθέντων τριῶν, Δεινοκράτους καὶ Καλλίου καὶ Σωφάνους, ἐγένετο ζήτησις τῶν ἱερῶν χρημάτων καὶ λόγον τοὺς κεχειρικότας οἱ Φωκεῖς ἀπῄτουν·
これらの出来事と同時に、フォキス人の将軍ファライコスは、聖なる資金の多くを盗んだという告訴を受けて職を追われ、彼に代わって3人の将軍、デイノクラテス、カリアス、ソファネスが選ばれると、聖なる資金の究明が行われ、フォキス人はそれを管理していた者たちに会計報告を要求した。
ἦν δὲ πλεῖστα διῳκηκὼς Φίλων.
そしてフィロンが最も多くを管理していた。
§16.56.4οὗτος δʼ οὐ δυνάμενος ἀποδοῦναι τὸν λόγον κατεδικάσθη καὶ στρεβλωθεὶς ὑπὸ τῶν στρατηγῶν τοὺς μετέχοντας τῆς κλοπῆς ἐμήνυσεν, αὐτὸς δὲ ταῖς ἐσχάταις αἰκίαις περιπεσὼν οἰκείαν τῆς ἀσεβείας ἔσχε τὴν τοῦ βίου καταστροφήν.
彼は会計報告を行うことができずに有罪判決を下され、将軍たちによる拷問を受けて盗みの共犯者たちを告発し、彼自身は極限の責め苦に遭って、その不敬虔にふさわしい生涯の結末を迎えた。
§16.56.5οἱ δὲ νοσφισάμενοι τὰ χρήματα τὰ σωζόμενα καὶ περιόντα τῶν ἐκ τῆς κλοπῆς ἀπέδωκαν, αὐτοὶ δʼ ἐθανατώθησαν ὡς ἱερόσυλοι.
資金を横領した者たちは、盗まれたもののうち保管されて残っていた部分を返還したが、彼ら自身は神殿荒らしとして死刑に処された。
τῶν δὲ προγεγενημένων στρατηγῶν ὁ μὲν πρῶτος ἄρξας Φιλόμηλος ἀπέσχετο τῶν ἀναθημάτων, ὁ δὲ δεύτερος,προσαγορευόμενος μὲν Ὀνόμαρχος, ἀδελφὸς δʼ ὢν Φιλομήλου, πλεῖστα τῶν τοῦ θεοῦ χρημάτων κατεδαπάνησε, τρίτος δὲ Φάυλλος ὁ ἀδελφὸς Ὀνομάρχου στρατηγήσας οὐκ ὀλίγα τῶν ἀναθημάτων κατέκοψεν εἰς τὰς τῶν ξένων μισθοφοράς.
以前の将軍たちのうち、最初に指揮を執ったフィロメロスは寄進物に手を触れなかったが、二番目の、オノマルコスと呼ばれたフィロメロスの兄弟は、神の資金の大部分を浪費し、三番目に将軍となったオノマルコスの兄弟ファウロスは、傭兵の給与支払いのために少なくない寄進物を鋳つぶした。
§16.56.6τὰς γὰρ ἀνατεθείσας ὑπὸ Κροίσου τοῦ Λυδῶν βασιλέως χρυσᾶς πλίνθους, οὔσας ἑκατὸν καὶ εἴκοσι διταλάντους, κατέκοψεν εἰς νόμισμα, φιάλας δὲ χρυσᾶς τριακοσίας καὶ ἑξήκοντα διμναίους καὶ λέοντα χρυσοῦν καὶ γυναῖκα, τριάκοντα ταλάντων χρυσοῦ σταθμὸν ἀγόντων τῶν πάντων·
すなわち、彼はリュディアの王クロイソスによって奉納された、それぞれ2タラントンの重さのある120枚の金の延べ棒を貨幣に鋳つぶし、またそれぞれ2ムナイの重さのある360個の金の杯、および金のライオンと女性の像(これら全体の重量は金30タラントンであった)も鋳つぶした。
ὥστε τὸ πᾶν κατακοπὲν χρυσίον εἰς ἀργυρίου λόγον ἀναγομένων τῶν χρημάτων εὑρίσκεσθαι τάλαντα τετρακισχίλια·
その結果、鋳つぶされたすべての金は、銀の価値に換算すると、4,000タラントンに達することが分かった。
τῶν δʼ ἀργυρῶν ἀναθημάτων τῶν τε ὑπὸ Κροίσου καὶ τῶν ἄλλων ἁπάντων ἀνατεθέντων τοὺς πάντας στρατηγοὺς δεδαπανηκέναι τάλαντα πλείω τῶν ἑξακισχιλίων, προστιθεμένων δὲ καὶ τῶν χρυσῶν ἀναθημάτων ὑπερβάλλειν τὰ μύρια τάλαντα.
また、クロイソスや他のすべての人々によって奉納された銀の寄進物については、歴代のすべての将軍たちが合計で6,000タラントン以上を費やしており、金の寄進物を加えると10,000タラントンを超えていた。
§16.56.7ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπʼ Ἀλεξάνδρου κατακτηθέντων.
歴史家の中には、略奪された財宝は、のちにアレクサンドロスがペルシアの宝物庫で獲得したものに劣らない量であったと主張する者もいる。
ἐπεχείρησαν δʼ οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόν τε καὶ χρυσόν· καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον.
ファライコスとその一派の将軍たちは、神殿の内部には多くの銀と金を含む宝物があるという何者かの言葉に従って、神殿の床を掘り返すことさえ企て、炉と三脚の周辺を熱心に掘り起こした。
ὁ δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει
"
οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ.
宝物の存在を告げた者は、詩人のうちで最も高名で最も古いホメロスを、彼が次のように述べている箇所を引いて証拠とした。
" §16.56.8τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων.
"岩多きプトにある、矢を放つ者フォイボス・アポロンの、石の敷居の内側が閉じ込めているいかなるものも "兵士たちが三脚の周囲を掘り起こそうとしたとき、大地震が発生してフォキス人たちに恐怖をもたらし、神々が神殿荒らしに対する罰を明白に予告したため、彼らはその作業を中止した。
ὁ δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων ὁ προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.
この不法行為の首謀者であった前述のフィロンは、神的な力に対し、しかるべき刑罰を速やかに被ることとなった。