§16.54.1οἱ δʼ Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν· ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον.
雅典人警惕着腓力的强盛,向那些不断受到国王攻击的人提供援助,派遣使者前往各城市,劝告他们维护自治,并将公民中企图叛国的人处以死刑;他们还向所有人承诺结为盟友,并公开宣布自己为国王的敌人,与腓力进行着持久的战争。
§16.54.2μάλιστα δʼ αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ὁ ῥήτωρ, δεινότατος ὢν τῶν κατʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων.
特别是演说家德摩斯梯尼激起他们去捍卫希腊,他是那个时代希腊人中最杰出的人物。
οὐ μὴν ἡ πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας· τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα.
然而,城邦并不能阻止其公民走向叛国的冲动;因为当时在希腊全境出现了一种背叛者的风气。
§16.54.3διὸ καί φασι τὸν Φίλιππον βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγχωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐδʼ ὁ χρυσὸς τὸ τεῖχος ὑπερβῆναι δυνατός ἐστιν.
因此,据说腓力想要攻取一座防御极为坚固的城市时,当当地人中有人对他说,该城无法用武力攻破时,他便反问道:“难道连黄金也无法越过那座城墙吗?
§16.54.4ἦν γὰρ πεῖραν εἰληφὼς ὅτι τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι.
” 因为他已经通过经验得知,武器无法征服的事物,用黄金却很容易攻克。
ἐγκατασκευάζων οὖν ἐν ταῖς πόλεσι προδότας διὰ τῆς δωροδοκίας καὶ τοὺς δεχομένους τὸ χρυσίον ξένους καὶ φίλους ὀνομάζων ταῖς πονηραῖς ὁμιλίαις διέφθειρε τὰ ἤθη τῶν ἀνθρώπων.
因此,他通过贿赂在各城市中培植内奸,并将那些接受黄金的人称为“客卿”和“朋友”,通过这种恶意的交往败坏了人们的道德。