Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.55.1-16.55.4

戦勝祝祭と俳優サテュロスへの寛大さ

563 / 723 箇所 · ギリシア語

要旨

フィリッポスはオリンュトス占領を祝う祭典を催し、気前の良さで人々を魅了した。宴席で彼は俳優サテュロスの願いを快く聞き入れ、その寛大さによって多くのギリシア人を味方に引き入れた。

§16.55.1μετὰ δὲ τὴν ἅλωσιν τῆς Ὀλύνθου Ὀλύμπια ποιήσας τοῖς θεοῖς ἐπινίκια μεγαλοπρεπεῖς θυσίας συνετέλεσεν·
オリンュトスの陥落の後、フィリッポスは神々に戦勝感謝のオリンピア祭を催し、豪華な犠牲を捧げた。
πανήγυριν δὲ μεγάλην συστησάμενος καὶ λαμπροὺς ἀγῶνας ποιήσας πολλοὺς τῶν ἐπιδημούντων ξένων ἐπὶ τὰς ἑστιάσεις παρελάμβανε.
また、盛大な祝祭を組織し、華麗な競技会を開催して、滞在していた多くの異邦人を宴会に招待した。
§16.55.2παρὰ δὲ τοὺς πότους πολλαῖς ὁμιλίαις χρώμενος καὶ πολλοῖς μὲν ποτήρια διδοὺς κατὰ τὰς προπόσεις, οὐκ ὀλίγοις δὲ δωρεὰς ἀπονέμων, πᾶσι δὲ μεγάλας ἀπαγγελίας εὐχαρίστως ποιούμενος πολλοὺς ἔσχεν ἐπιθυμητὰς τῆς πρὸς αὐτὸν φιλίας.
宴会の席では多くの会話を交わし、乾杯の際に多くの人々に杯を与え、少なからぬ人々に贈り物を授け、すべての人々に対して愛想よく大いなる約束をすることで、多くの人々を彼との親交を熱望する者にさせた。
§16.55.3καὶ δήποτʼ ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντʼ ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρʼ αὐτοῦ φιλανθρωπίας·
アンドであるとき、宴席において、俳優のサテュロスが沈んだ顔をしているのに気づき、なぜ彼だけが自分からの好意にあずかろうとしないのかと尋ねた。
τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, ὁ μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν ὅ τι ἂν αἰτήσῃ χαρίσασθαι·
サテュロスが、自分は彼からある贈り物を手に入れたいと望んでいるが、心に決めている請願を明らかにして拒絶されるのを恐れていると言ったところ、王は非常に喜んで、彼が求めるものは何でも与えると言明した。
ὁ δʼ εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι·
するとサテュロスは言った。 自分の友人の一人の、結婚適齢期にある二人の娘が捕虜の中に含まれている。
ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλʼ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας.
それゆえ、この娘たちをもらい受けたいのだが、それは贈り物を手に入れることで何らかの利益を得るためではなく、二人ともに持参金を持たせて嫁がせ、彼女たちがその年齢にそぐわない不当な目に遭うのを放置しないためである、と。
§16.55.4μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ.
この後、フィリッポスは快くその願いを受け入れ、直ちにその娘たちをサテュロスに与えた。
πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος·
彼は他にも多くのあらゆる恩恵や贈り物をばらまくことで、施した好意の何倍もの見返りを受け取った。
πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.
なぜなら、多くの人々がその恩恵への期待に誘われ、互いに先を争って身をフィリッポスに捧げ、その祖国を委ねたからである。

語釈・文法注

  1. §16.55.3τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ — 絶対属格 τοῦ δʼ εἰπόντος の受ける ὅτι 節内で、直接話法の動詞(βούλεται)と、間接話法を継続する不定詞(δεδοικέναι)が並列されている。
  2. §16.55.3ταύτας οὖν βούλεσθαι λαβεῖν — 間接話法を導く ὅτι から始まった一連の発話の中で、主節の動詞が不定詞(βούλεσθαι)に転換し、間接話法の継続を示している。
  3. §16.55.4ἔφθασαν ἀλλήλους προσνέμοντες — 動詞 φθάνω と分詞(προσνέμοντες)の結合により、「他者より先に〜する」の意となり、ここでは代名詞 ἀλλήλους と共に「互いに先を争って身を委ねた」という競争的な動作を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.55.1-16.55.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.55.1-16.55.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。