§16.55.1μετὰ δὲ τὴν ἅλωσιν τῆς Ὀλύνθου Ὀλύμπια ποιήσας τοῖς θεοῖς ἐπινίκια μεγαλοπρεπεῖς θυσίας συνετέλεσεν· πανήγυριν δὲ μεγάλην συστησάμενος καὶ λαμπροὺς ἀγῶνας ποιήσας πολλοὺς τῶν ἐπιδημούντων ξένων ἐπὶ τὰς ἑστιάσεις παρελάμβανε.
After the capture of Olynthus, Philip celebrated the Olympic games in honour of the gods to celebrate his victory, and offered magnificent sacrifices; and having organized a great festival and held splendid contests, he invited many of the visiting strangers to his banquets.
§16.55.2παρὰ δὲ τοὺς πότους πολλαῖς ὁμιλίαις χρώμενος καὶ πολλοῖς μὲν ποτήρια διδοὺς κατὰ τὰς προπόσεις, οὐκ ὀλίγοις δὲ δωρεὰς ἀπονέμων, πᾶσι δὲ μεγάλας ἀπαγγελίας εὐχαρίστως ποιούμενος πολλοὺς ἔσχεν ἐπιθυμητὰς τῆς πρὸς αὐτὸν φιλίας.
During the drinking bouts, by engaging in much conversation, giving drinking cups to many during toasts, distributing gifts to not a few, and graciously making grand promises to all, he gained many who desired his friendship.
§16.55.3καὶ δήποτʼ ἐν τῷ συμποσίῳ κατανοήσας Σάτυρον τὸν ὑποκριτὴν σκυθρωπὸν ὄντʼ ἤρετο διὰ τί μόνος οὐδὲν ἀξιοῖ μεταλαβεῖν τῆς παρʼ αὐτοῦ φιλανθρωπίας·
And once, noticing at the banquet that Satyrus the actor was downcast, he asked why he alone did not think it fitting to partake of his generosity.
τοῦ δʼ εἰπόντος ὅτι βούλεται παρʼ αὐτοῦ τυχεῖν τινος δωρεᾶς, δεδοικέναι δὲ μήποτε δηλώσας τὴν προκεχειρισμένην ἔντευξιν ἀποτύχῃ, ὁ μὲν βασιλεὺς περιχαρὴς γενόμενος διεβεβαιώσατο πᾶν ὅ τι ἂν αἰτήσῃ χαρίσασθαι·
When Satyrus replied that he wished to obtain a certain gift from him, but feared that if he made known the request he had in mind, he might fail, the king, becoming overjoyed, assured him that he would grant whatever he might ask.
ὁ δʼ εἶπεν ὅτι ξένου τινὸς ἑαυτοῦ δύο παρθένοι τὴν ἡλικίαν ἔχουσαι γάμου τυγχάνουσιν ἐν ταῖς αἰχμαλώτοις οὖσαι· ταύτας οὖν βούλεσθαι λαβεῖν οὐχ ἵνα λυσιτέλειάν τινα περιποιήσηται τυχὼν τῆς δωρεᾶς, ἀλλʼ ἵνα προικίσας ἀμφοτέρας συνοικίσῃ καὶ μὴ περιίδῃ μηδὲν παθούσας ἀνάξιον τῆς ἡλικίας.
Then Satyrus said that two marriageable daughters of a guest-friend of his were among the captives; therefore he wished to receive them, not to gain any profit by obtaining the gift, but so that, by providing dowries for both, he might marry them off and not allow them to suffer anything unworthy of their age.
§16.55.4μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀσμένως τὴν αἴτησιν προσδεξάμενος παραχρῆμα τὰς παρθένους ἐδωρήσατο τῷ Σατύρῳ.
After this, Philip gladly accepted the request and immediately presented the maidens to Satyrus.
πολλὰς δὲ καὶ ἄλλας παντοδαπὰς εὐεργεσίας καὶ δωρεὰς διασπείρων ἐκομίζετο τοὺς μισθοὺς πολλαπλασίους τῆς χάριτος· πολλοὶ γὰρ ταῖς τῆς εὐεργεσίας ἐλπίσι προκληθέντες ἔφθασαν ἀλλήλους προσνέμοντες ἑαυτοὺς τῷ Φιλίππῳ καὶ τὰς πατρίδας ἐγχειρίζοντες.
And by sowing many other benefactions of every kind and gifts, he received rewards many times greater than his favor; for many, enticed by expectations of his bounty, anticipated one another in dedicating themselves to Philip and surrendering their homelands.