§16.54.1οἱ δʼ Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν·
アテナイ人たちはフィリッポスの強大化を警戒し、王によって常に攻撃されている者たちに援助の手を差し伸べ、諸都市に使節を派遣して、自治を守ること、そして市民のうち裏切りへと突き進む者たちを死刑に処することを呼びかけた。
ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον.
また、彼らはすべての人々に同盟を結ぶことを約束し、公然と自らを王の敵と宣言して、フィリッポスとの戦争を戦い続けた。
§16.54.2μάλιστα δʼ αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ὁ ῥήτωρ, δεινότατος ὢν τῶν κατʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων.
特に、ギリシアの先頭に立ってその擁護者となるよう彼らを鼓舞したのは、当時のギリシア人の中で最も優れた雄弁家であるデモステネスであった。
οὐ μὴν ἡ πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας·
もっとも、国家は市民たちを裏切りへの衝動から引き戻すことはできなかった。
τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα.
なぜなら、当時はギリシア全土にそのような裏切り者の一大風潮が存在したからである。
§16.54.3διὸ καί φασι τὸν Φίλιππον βουλόμενον ἑλεῖν τινα πόλιν ὀχυρότητι διαφέρουσαν, εἰπόντος τινὸς αὐτῷ τῶν ἐγχωρίων ἀνάλωτον αὐτὴν ἐκ βίας ὑπάρχειν, ἐπερωτῆσαι εἰ οὐδʼ ὁ χρυσὸς τὸ τεῖχος ὑπερβῆναι δυνατός ἐστιν.
それゆえ、フィリッポスが極めて堅固なある都市を占領しようと望んでいた際、現地人の一人が彼に、そこは武力で攻略することは不可能であると言ったところ、彼は「金をもってしても、その城壁を越えることは不可能なのか」と問い返したと人々は語っている。
§16.54.4ἦν γὰρ πεῖραν εἰληφὼς ὅτι τὰ τοῖς ὅπλοις ἀδύνατα χειρωθῆναι τῷ χρυσῷ ῥᾴδιόν ἐστι καταπολεμῆσαι.
なぜなら彼は、武器によっては征服不可能なものも、金を使えば容易に打ち負かすことができるという経験を得ていたからである。
ἐγκατασκευάζων οὖν ἐν ταῖς πόλεσι προδότας διὰ τῆς δωροδοκίας καὶ τοὺς δεχομένους τὸ χρυσίον ξένους καὶ φίλους ὀνομάζων ταῖς πονηραῖς ὁμιλίαις διέφθειρε τὰ ἤθη τῶν ἀνθρώπων.
こうして彼は、賄賂によって諸都市の内側に裏切り者を作り出し、金を受け取る者たちを「異邦の友」や「友人」と呼び、そのような悪しき交際によって人々の道徳を堕落させていった。