Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.48.1-16.48.7

埃及军溃败与内克塔内布退守孟菲斯

第 556 段,共 723 段 · 希腊语

内容简介

由于埃及国王内克塔内布缺乏军事经验和过度自信,埃及军队在与波斯人的交战中遭遇惨败。内克塔内布得知己方覆灭后,退守孟菲斯以准备围城战。

§16.48.1αἰτία δʼ ἐγένετο τῆς ἥττης μάλισθʼ ἡ τοῦ στρατηγεῖν ἀπειρία καὶ τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπʼ αὐτοῦ κατὰ τὴν πρὸ ταύτης γεγενημένην στρατείαν.
失败的原因尤其在于他缺乏指挥的经验,以及他在这次战役之前的那次征伐中曾击败过波斯人。
§16.48.2ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ἐπιφανεῖς ἄνδρας καὶ διαφέροντας ἀρετῇ τε καὶ ἀγχινοίᾳ στρατηγικῇ, Διόφαντον τὸν Ἀθηναῖον καὶ Λάμιον τὸν Σπαρτιάτην, διὰ τούτων ἅπαντα κατώρθωσε· τότε δʼ ὑπολαμβάνων ἑαυτὸν ἱκανὸν εἶναι στρατηγὸν οὐδενὶ τῆς ἡγεμονίας μετεδίδου καὶ διὰ τὴν ἀπειρίαν οὐδὲν ἠδύνατο πράττειν τῶν ἐν τῷ πολέμῳ χρησίμων.
因为当时他拥有雅典人迪奥凡托斯和斯巴达人拉米奥斯这两位名声显赫、在勇猛与军事才智上都出类拔萃的将领,并通过他们使一切事情都取得了成功;但这一次,他自认为是一名足够优秀的将领,不与任何人分享指挥权,又因缺乏经验而无法在战争中做出任何有益的事。
§16.48.3τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δʼ Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν.
于是,他向各城镇派驻了相当规模的守备队进行防守,而他自己则率领三万埃及人、五千希腊人和半数利比亚人,在最有利的入侵入口处驻守防备。
τοιαύτης δὲ παρʼ ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν ὁ τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.
在双方如此部署之际,阿哥斯人的将领尼科斯特拉托斯,由一些妻子和孩子被波斯人扣为人质的埃及人充当向导,率领舰队通过一条运河航行到一个隐蔽的地方,在让士兵登陆并巩固营地后,安营扎寨。
§16.48.4οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.
守卫附近地区的埃及人一侧的雇佣兵一旦察觉到敌人的到来,便立即出动救援,其人数不少于七千人。
§16.48.5ἔχων δʼ αὐτῶν τὴν ἡγεμονίαν Κλείνιος ὁ Κῷος συνέταξε τὴν δύναμιν εἰς μάχην.
统领他们的科斯人克莱尼奥斯将军队整顿成战斗队形。
ἀντιταχθέντων δὲ τῶν καταπεπλευκότων ἐγένετο καρτερὰ μάχη, καθʼ ἣν οἱ μετὰ τῶν Περσῶν Ἕλληνες ἀγωνισάμενοι λαμπρῶς τόν τε στρατηγὸν Κλείνιον ἐφόνευσαν καὶ τῶν ἄλλων στρατιωτῶν κατέκοψαν πλείους τῶν πεντακισχιλίων.
当乘船抵达的人与他们对峙时,发生了一场激烈的战斗,在这场战斗中,波斯人一侧的希腊人英勇作战,杀死了将领克莱尼奥斯,并斩杀了其余士兵中的五千多人。
§16.48.6Νεκτανεβὼς δʼ ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἀκούσας τὴν τῶν ἰδίων ἀπώλειαν κατεπλάγη, νομίσας καὶ τὴν λοιπὴν τῶν Περσῶν δύναμιν ῥᾳδίως διαβήσεσθαι τὸν ποταμόν.
埃及国王内克塔内布听闻己方军队的覆灭,大为惊恐,认为波斯人的其余军队也会轻易渡河。
§16.48.7ὑπολαβὼν δὲ τοὺς πολεμίους μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτὴν ἥξειν τὴν Μέμφιν ἔκρινε ταύτης μάλιστα προνοήσασθαι.
他料想敌人会率领全部军队直逼孟菲斯本身,于是决定尤其要加强这一城市的防卫。
οὗτος μὲν οὖν μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς ἐπανελθὼν εἰς Μέμφιν τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
因此,他率领身边的军队返回孟菲斯,开始准备应对围城战。

词汇与语法注释

  1. §16.48.1τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπʼ αὐτοῦ — 带冠词的不定式短语(名词性用法),用作动词 ἐγένετο 的另一个主语。τοὺς Πέρσας 是完成时不定式 προνενικῆσθαι(在此具有主动意义)的宾格直接宾语,而动作发出者则通过 ὑπʼ αὐτοῦ(被他,即内克塔内布)来表示。
  2. §16.48.2ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ... τότε δʼ ὑπολαμβάνων ... — 表示原因的分词 ἐσχηκὼς(因为拥有)修饰主句动词 κατώρθωσε(成功)。句子前半部分的 τότε 指前次战役的“当时”,而後半部分的 τότε δʼ 虽然通常意为“当时”,但在语境中用作对比,意为“而这一次”(指本次战役)。
  3. §16.48.3ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες — 关系代词 ὧν 是所有格,指代前行词 Αἰγυπτίους(“他们的孩子和妻子”)。关系从句的主语是 παῖδες καὶ γυναῖκες,而 παρὰ τοῖς Πέρσαις 表示人质被扣留的地点(在波斯人那里)。
  4. §16.48.5οἱ μετὰ τῶν Περσῶν Ἕλληνες — 介词短语 μετὰ τῶν Περσῶν 置于冠词 οἱ 与名词 Ἕλληνες 之间作定语,意为“与波斯人在一起的希腊人”,指为波斯王效力的希腊雇佣兵。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.48.1-16.48.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.48.1-16.48.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。