Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.47.1-16.47.7

波斯军队的三路部署与内克塔内布的防守

第 555 段,共 723 段 · 希腊语

内容简介

波斯国王将希腊军队分为三个部分并指派希腊与波斯将领统领,同时记述了埃及国王内克塔内布周密的防守准备以及因其愚蠢而迅速导致的失败。

§16.47.1τῇ δʼ ὑστεραίᾳ τοῦ βασιλέως εἰς τρία μέρη τὴν Ἑλληνικὴν δύναμιν μερίσαντος ἑκάστη μερὶς εἶχε στρατηγὸν Ἕλληνα καὶ τούτῳ παρακαθεσταμένον ἡγεμόνα Πέρσην, ἄνδρα προκεκριμένον ἐπʼ ἀρετῇ τε καὶ εὐνοίᾳ.
次日,国王将希腊军队分为三部分,每一部分都有一名希腊将领,并有一名并列配属的波斯指挥官,后者是因勇猛与忠诚而被选拔出来的人物。
§16.47.2τὴν μὲν οὖν πρώτην τάξιν ἐπεῖχον οἱ Βοιωτοὶ στρατηγὸν μὲν ἔχοντες Λακράτην τὸν Θηβαῖον, ἡγεμόνα δὲ Πέρσην Ῥωσάκην· οὗτος δὲ ἀπόγονος μὲν ἦν ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν τοὺς μάγους καταλυσάντων, σατράπης δὲ Ἰωνίας καὶ Λυδίας· συνείπετο δʼ αὐτῷ πολλὴ μὲν ἵππος, οὐκ ὀλίγη δὲ πεζικὴ στρατιὰ τῶν βαρβάρων.
第一部分由波奥提亚人占领,他们以底比斯人拉克拉特斯为将领,以波斯人罗萨克斯为指挥官;后者是推翻马格斯僧侣的七个波斯人之一的后裔,也是伊奥尼亚和吕底亚的萨特拉普;陪伴他的是庞大的骑兵以及为数不少的蛮族步兵军队。
§16.47.3δευτέρα δʼ ἦν μερὶς ἡ τῶν Ἀργείων Νικοστράτου στρατηγοῦντος καὶ μετʼ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου· οὗτος δʼ ἦν εἰσαγγελεὺς τοῦ βασιλέως καὶ πιστότατος τῶν φίλων μετὰ Βαγώαν· προσωρίσθησαν δʼ αὐτῷ στρατιῶται μὲν ἐπίλεκτοι πεντακισχίλιοι, τριήρεις δὲ ὀγδοήκοντα.
第二部分属于阿哥斯人,由尼科斯特拉托斯担任将领,并由他身旁的波斯共同指挥官阿里斯塔扎内斯共同统领;后者是国王的传令官,也是除巴戈阿斯之外最受信任的朋友;分配给他的是五千名精选士兵和八十艘三列桨战船。
§16.47.4τῆς δὲ τρίτης μερίδος ἐστρατήγει Μέντωρ ὁ τὴν Σιδῶνα παραδούς, ἔχων τοὺς προϋπάρχοντας αὐτῷ μισθοφόρους· συνεστρατεύετο δʼ αὐτῷ Βαγώας, ᾧ μάλιστα βασιλεὺς ἐνεπίστευε, τόλμῃ καὶ παρανομίᾳ διαφέρων· εἶχε δʼ οὗτος τοὺς τοῦ βασιλέως Ἕλληνας καὶ τῶν βαρβάρων ἱκανὸν πλῆθος καὶ ναῦς οὐκ ὀλίγας.
第三部分由交付了西顿的门托尔指挥,他率领着此前已归他指挥的雇佣兵;与他一同出征的是巴戈阿斯,他是国王最信任的人,以大胆和无法无天而著称;后者率领着国王的希腊人、足够数量的蛮族以及为数不少的船只。
§16.47.5αὐτὸς δὲ τὴν λοιπὴν δύναμιν ἔχων ἐφήδρευε τοῖς ὅλοις πράγμασι.
国王自己则率领其余的军队,统辖着全局事务。
τοιαύτης δὲ τῆς διαιρέσεως γενομένης παρὰ τοῖς Πέρσαις ὁ μὲν τῶν Αἰγυπτίων βασιλεὺς Νεκτανεβὼς οὔτε τὸ πλῆθος τῶν πολεμίων οὔτε τὴν ὅλην διάταξιν τῶν Περσῶν κατεπλάγη, καίπερ πολὺ λειπόμενος τοῦ πλήθους.
波斯人方面虽然做出了这样的划分,但埃及国王内克塔内布并未因敌人的数量和波斯人的整体部署而惊慌,尽管他在人数上远远落后。
§16.47.6εἶχε γὰρ Ἕλληνας μὲν μισθοφόρους δισμυρίους, Λίβυας δὲ παραπλησίους τούτοις, Αἰγυπτίους δὲ τοὺς μαχίμους παρʼ αὐτοῖς ὀνομαζομένους ἑξακισμυρίους, πρὸς δὲ τούτοις πλοίων ποταμίων πρὸς τὰς κατὰ τὸν Νεῖλον μάχας καὶ συμπλοκὰς εὐθέτων ἄπιστον πλῆθος.
因为他拥有两万名希腊雇佣兵,与此人数相当的利比亚人,以及在他们当中被称为“战士”的六万名埃及人,此外,还有数量惊人的、适合在尼罗河上进行战斗和交战的河道船只。
§16.47.7ὠχύρωτο δʼ αὐτῷ καὶ ἡ πρὸς τὴν Ἀραβίαν νεύουσα πλευρὰ τοῦ ποταμοῦ, πεπυκνωμένη πολίσμασιν, ἔτι δὲ τείχεσι καὶ τάφροις πᾶσα διειλημμένη.
朝向阿拉伯方向的河岸一侧也为他做好了防守工事,布满了城镇,且全部由城墙和壕沟隔开。
ἔχων δὲ καὶ τὰς ἄλλας παρασκευὰς πάσας πρὸς τὸν πόλεμον ἱκανὰς διὰ τὴν ἰδίαν ἀβουλίαν ταχὺ τοῖς ὅλοις ἔπταισεν.
尽管他也拥有其他所有足以应对战争的准备,但由于他自己的愚蠢,他很快便在全局上遭到了失败。

词汇与语法注释

  1. 16.47.1τοῦ βασιλέως ... μερίσαντος — 由不同于主句主语(ἑκάστη μερὶς)的属格主语(τοῦ βασιλέως)构成的属格绝对结构,用作时间状语,表示主句动作发生的背景。
  2. 16.47.3Νικοστράτου στρατηγοῦντος καὶ μετʼ αὐτοῦ Πέρσου συνάρχοντος Ἀρισταζάνου — 并列的双重属格绝对结构。介词短语 μετʼ αὐτοῦ(与他一起)中的代名词指代前文的尼科斯特拉托斯,用以描述他与波斯共同指挥官阿里斯塔扎内斯的联合指挥。
  3. 16.47.6Λίβυας δὲ παραπλησίους τούτοις — 形容词 παραπλησίους(接近、相当于)支配与格指示代词 τούτοις(此处指代前文的两万名希腊雇佣兵),表明利比亚雇佣兵的人数与希腊人相当。
  4. 16.47.7ὠχύρωτο δʼ αὐτῷ — 与格代词 αὐτῷ 既可作为利益与格(‘为了他’),也可作为与过去完成时被动语态连用的施事/所有与格,表示在内克塔内布国王的统治和命令下,尼罗河的阿拉伯一侧已做好了防御工事。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.47.1-16.47.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.47.1-16.47.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。