Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.49.1-16.49.8

佩鲁西乌姆开城与门托尔的离间计

第 557 段,共 723 段 · 希腊语

内容简介

忒拜人拉克拉特斯围攻佩鲁西乌姆并迫使其守军投降;而门托尔则通过散布巧妙的谣言,使埃及各城市陷入内讧并迅速降服。

§16.49.1ὁ δὲ τῆς πρώτης μερίδος ἀφηγούμενος Λακράτης ὁ Θηβαῖος ἐπὶ τὴν τοῦ Πηλουσίου πολιορκίαν ὥρμησεν· ἀποστρέψας δὲ τῆς διώρυγος τὸ ῥεῦμα πρὸς ἕτερα μέρη καὶ τὸν ἀναξηρανθέντα τόπον χώσας μηχανὰς προσήγαγε τῇ πόλει.
至于率领第一部队的忒拜人拉克拉特斯,则前往围攻佩鲁西乌姆;他将运河的水流引向别处,并填平了干涸的地方,从而将攻城器械推向该城。
ἐπὶ πολὺ δὲ μέρος πεσόντων τῶν τειχῶν οἱ τὸ Πηλούσιον φρουροῦντες ὀξέως ἀντῳκοδόμησαν ἕτερα καὶ πύργους ξυλίνους ἀξιολόγους ἀνέστησαν.
当城墙的很大一部分倒塌时,守卫佩鲁西乌姆的人迅速重建了另一道城墙,并竖起了一座座规模可观的木塔。
§16.49.2ἐπὶ δέ τινας ἡμέρας συνεχοῦς γινομένης τῆς τειχομαχίας τὸ μὲν πρῶτον οἱ κατὰ τὸ Πηλούσιον Ἕλληνες ἐρρωμένως ἠμύνοντο τοὺς πολιορκοῦντας· ὡς δʼ ἐπύθοντο τὴν τοῦ βασιλέως ἀναχώρησιν εἰς Μέμφινκαταπλαγέντες περὶ διαλύσεων ἐπρεσβεύοντο.
攻城战连续进行了几天,起初,在佩鲁西乌姆的希腊人强有力地抵御着围攻者;但当他们得知国王撤退到孟菲斯时,便陷入了恐慌,派遣使者请求停战。
§16.49.3τοῦ δὲ Λακράτους δόντος αὐτοῖς διὰ τῶν ὅρκων πίστεις ὅτι παραδόντων αὐτῶν τὸ Πηλούσιον ἀποκομισθήσονται πάντες εἰς τὴν Ἑλλάδα μεθʼ ὧν ἂν ἐξενέγκωσι, παρέδωκαν τὸ φρούριον.
鉴于拉克拉特斯向他们作了誓言保证,只要他们交出佩鲁西乌姆,所有人都会被送回希腊,并能带走他们能带出的任何东西,他们便交出了这座要塞。
§16.49.4μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρταξέρξης ἀπέστειλε Βαγώαν μετὰ στρατιωτῶν βαρβάρων παραληψόμενον τὸ Πηλούσιον· οἱ δὲ στρατιῶται παριόντες εἰς τὸ χωρίον τῶν ἐξιόντων Ἑλλήνων ἀφῃροῦντο πολλὰ τῶν ὑπʼ αὐτῶν ἐκκομιζομένων.
此后,阿尔塔薛西斯派遣巴戈阿斯率领异族士兵去接管佩鲁西乌姆;但在进入该地时,士兵们开始掠夺正在撤离的希腊人随身携带的许多物品。
§16.49.5ἀγανακτούντων δὲ τῶν ἀδικουμένων καὶ θεοὺς τοὺς ἐπόπτας τῶν ὅρκων ἐπιβοωμένων παροξυνθεὶς ὁ Λακράτης τροπὴν ἐποίησε τῶν βαρβάρων καί τινας καταβαλὼν ἐπεκούρησε τοῖς παρασπονδουμένοις.
受害者们对此感到愤慨,并呼求监督誓言的神明,这激怒了拉克拉特斯;他击退了这些异族士兵,斩杀了几个人,并援助了那些被违背协定对待的人。
§16.49.6τοῦ δὲ Βαγώου φυγόντος πρὸς τὸν βασιλέα καὶ κατηγοροῦντος τοῦ Λακράτους ὁ Ἀρταξέρξης ἔκρινε δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν καὶ τῶν Περσῶν τοὺς αἰτίους τῆς ἁρπαγῆς ἀπέκτεινεν.
当巴戈阿斯逃回国王那里控告拉克拉特斯时,阿尔塔薛西斯判定巴戈阿斯的人是咎由自取,并将那些对掠夺负有责任的波斯人处死。
τὸ μὲν οὖν Πηλούσιον τοῦτον τὸν τρόπον παρεδόθη τοῖς Πέρσαις.
因此,佩鲁西乌姆就这样被移交给了波斯人。
§16.49.7Μέντωρ δὲ ὁ τοῦ τρίτου μέρους ἡγούμενος Βούβαστον καὶ πολλὰς ἄλλας πόλεις χειρωσάμενος ὑπηκόους ἐποίησε τῷ βασιλεῖ διʼ ἑνὸς στρατηγήματος.
率领第三部队的门托尔则在降服布巴斯托斯和许多其他城市后,通过一个策略使它们臣服于国王。
πασῶν γὰρ τῶν πόλεων φρουρουμένων ὑπὸ δυεῖν ἐθνῶν, Ἑλλήνων τε καὶ Αἰγυπτίων, ὁ Μέντωρ διέδωκε λόγον εἰς τοὺς στρατιώτας ὅτι βασιλεὺς Ἀρταξέρξης τοῖς μὲν ἑκουσίως παραδιδοῦσι τὰς πόλεις φιλανθρώπως χρήσασθαι διέγνωκε, τοῖς δὲ βίᾳ κρατηθεῖσι τὴν αὐτὴν ἀπονέμειν τιμωρίαν ἥνπερ τοῖς Σιδωνίοις ἐπέστησε· καὶ τοῖς φυλάττουσι τὰς πύλας παρήγγειλεν ἐᾶν τοὺς βουλομένους παρʼ αὐτῶν αὐτομολεῖν.
因为所有的城市都由希腊人和埃及人这两个民族共同守卫,门托尔在士兵中散布消息说,国王阿尔塔薛西斯已决定宽大对待那些主动交出城市的人,但对武力征服的人则要给予与施加于西顿人相同的惩罚;他还吩咐看守城门的人允许那些想从自己一侧逃跑的人离开。
§16.49.8διόπερ ἀκωλύτως τῶν ἡλωκότων Αἰγυπτίων ἀπιόντων ἐκ τῆς παρεμβολῆς ταχέως εἰς ἁπάσας τὰς κατὰ τὴν Αἴγυπτον πόλεις ὁ λόγος ὁ προειρημένος διεσπάρη.
因此,被捕的埃及人畅通无阻地离开了营地,上述消息迅速传遍了埃及的所有城市。
εὐθὺς οὖν οἱ μισθοφόροι πρὸς τοὺς ἐγχωρίους πανταχῇ διεφέροντο καὶ στάσεως αἱ πόλεις ἐπληροῦντο.
于是,雇佣兵立刻与当地人在各地发生冲突,城市里充满了内讧。
ἑκάτεροι γὰρ ἰδίᾳ διεφιλοτιμοῦντο παραδιδόναι τὰ φρούρια καὶ τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο· ὅπερ καὶ περὶ πρώτην τὴν Βούβαστον συνέβη γενέσθαι.
因为双方都在私下争夺交出要塞的机会,试图用这种好意来换取各自对未来福祉的希望;这正是首先在布巴斯托斯发生的事情。

词汇与语法注释

  1. 16.49.3μεθʼ ὧν ἂν ἐξενέγκωσι — 此处发生了关系代词的吸引(attraction)。该结构原本应为 μετὰ τούτων ἃ ἂν ἐξενέγκωσι(“连同他们可能带出的那些东西”),先行词被省略,且关系代词 ὧν 被前置词 μετά 所支配的属格所吸引。
  2. 16.49.6δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν — 此短语意为“巴戈阿斯身边的人(其属下)受到了应得的待遇(惩罚)”。πεπονθέναι 是 πάσχω(遭受、承受)的完了不定式,而 δίκαια 是形容词 δίκαιος 的中性复数宾格,作名词性使用,充当不定式的宾语。
  3. 16.49.8τῆς χάριτος ταύτης ἰδίας ἀγαθῶν ἐλπίδας ἠλλάττοντο — ἠλλάττοντο 是 ἀλλάττομαι(交换)的未完成过去时,带属格(τῆς χάριτος ταύτης)表示交换的代价。此句意为他们试图用“这一(献城)好意”来换取“他们自己对美好前途的期望(ἀγαθῶν ἐλπίδας ἰδίας)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.49.1-16.49.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.49.1-16.49.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。