§16.48.1αἰτία δʼ ἐγένετο τῆς ἥττης μάλισθʼ ἡ τοῦ στρατηγεῖν ἀπειρία καὶ τὸ προνενικῆσθαι τοὺς Πέρσας ὑπʼ αὐτοῦ κατὰ τὴν πρὸ ταύτης γεγενημένην στρατείαν.
The cause of the defeat was especially his lack of experience in command and the fact that the Persians had been previously defeated by him during the campaign prior to this one.
§16.48.2ἐσχηκὼς γὰρ τοὺς τότε στρατηγοὺς ἐπιφανεῖς ἄνδρας καὶ διαφέροντας ἀρετῇ τε καὶ ἀγχινοίᾳ στρατηγικῇ, Διόφαντον τὸν Ἀθηναῖον καὶ Λάμιον τὸν Σπαρτιάτην, διὰ τούτων ἅπαντα κατώρθωσε· τότε δʼ ὑπολαμβάνων ἑαυτὸν ἱκανὸν εἶναι στρατηγὸν οὐδενὶ τῆς ἡγεμονίας μετεδίδου καὶ διὰ τὴν ἀπειρίαν οὐδὲν ἠδύνατο πράττειν τῶν ἐν τῷ πολέμῳ χρησίμων.
For having had at that time illustrious generals who excelled in both valor and military shrewdness, namely Diophantus the Athenian and Lamius the Spartan, he had succeeded in everything through them; but on this occasion, conceiving himself to be a sufficient general, he shared the command with no one, and because of his lack of experience was unable to achieve anything of use in the war.
§16.48.3τὰ μὲν οὖν πολίσματα φρουραῖς ἀξιολόγοις διαλαβὼν παρεφύλαττεν, αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τρισμυρίους, τῶν δʼ Ἑλλήνων πεντακισχιλίους, τῶν δὲ Λιβύων τοὺς ἡμίσεις ταῖς εὐκαιροτάταις τῶν εἰσβολῶν ἐφήδρευεν.
Now, having distributed strong garrisons to protect the towns, he himself, with thirty thousand of the Egyptians, five thousand of the Greeks, and half of the Libyans, lay in wait at the most opportune points of entry.
τοιαύτης δὲ παρʼ ἀμφοτέροις οὔσης τῆς διατάξεως Νικόστρατος μὲν ὁ τῶν Ἀργείων στρατηγὸς ἔχων ἡγεμόνας Αἰγυπτίους, ὧν ἦσαν ὅμηροι παῖδες παρὰ τοῖς Πέρσαις καὶ γυναῖκες, παρέπλευσε μετὰ τοῦ στόλου διά τινος διώρυγος εἰς τόπον κεκρυμμένον, ἐκβιβάσας δὲ τοὺς στρατιώτας καὶ παρεμβολὴν ὀχυρωσάμενος κατεστρατοπέδευσεν.
While such was the disposition on both sides, Nicostratus, the general of the Argives, having as guides some Egyptians whose children and wives were hostages with the Persians, sailed with his fleet through a certain canal to a hidden place, and having disembarked his soldiers and fortified his position, pitched camp.
§16.48.4οἱ δὲ τὸν πλησίον τόπον παραφυλάττοντες μισθοφόροι τῶν Αἰγυπτίων ὡς ᾔσθοντο τὴν τῶν πολεμίων παρουσίαν εὐθὺς ἐξεβοήθουν, ὄντες οὐκ ἐλάττους τῶν ἑπτακισχιλίων.
When the mercenaries of the Egyptians who were guarding the neighboring area perceived the presence of the enemy, they immediately rushed to help, being no fewer than seven thousand.
§16.48.5ἔχων δʼ αὐτῶν τὴν ἡγεμονίαν Κλείνιος ὁ Κῷος συνέταξε τὴν δύναμιν εἰς μάχην.
Cleinias of Cos, who held the command over them, drew up his force for battle.
ἀντιταχθέντων δὲ τῶν καταπεπλευκότων ἐγένετο καρτερὰ μάχη, καθʼ ἣν οἱ μετὰ τῶν Περσῶν Ἕλληνες ἀγωνισάμενοι λαμπρῶς τόν τε στρατηγὸν Κλείνιον ἐφόνευσαν καὶ τῶν ἄλλων στρατιωτῶν κατέκοψαν πλείους τῶν πεντακισχιλίων.
When those who had sailed down were opposed to them, a fierce battle ensued, in which the Greeks on the Persian side, fighting brilliantly, killed the general Cleinias and cut down more than five thousand of the other soldiers.
§16.48.6Νεκτανεβὼς δʼ ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἀκούσας τὴν τῶν ἰδίων ἀπώλειαν κατεπλάγη, νομίσας καὶ τὴν λοιπὴν τῶν Περσῶν δύναμιν ῥᾳδίως διαβήσεσθαι τὸν ποταμόν.
When Nectanebo, the king of the Egyptians, heard of the destruction of his own men, he was dismayed, believing that the remaining force of the Persians would also easily cross the river.
§16.48.7ὑπολαβὼν δὲ τοὺς πολεμίους μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτὴν ἥξειν τὴν Μέμφιν ἔκρινε ταύτης μάλιστα προνοήσασθαι.
Assuming that the enemy with all their force would come against Memphis itself, he decided to look especially to its defense.
οὗτος μὲν οὖν μετὰ τῆς περὶ αὐτὸν στρατιᾶς ἐπανελθὼν εἰς Μέμφιν τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
Accordingly, returning with the army about him to Memphis, he began to prepare for the siege.