§16.46.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Γάιον Σουλπίκιον.
雅典执政官为阿波罗多罗斯任内,罗马人任命马可斯·瓦莱里乌斯和盖乌斯·苏尔皮基乌斯为执政官。
ἐπὶ δὲ τούτων κατὰ τὴν Κύπρον Σαλαμινίων πολιορκουμένων ὑπʼ Εὐαγόρου καὶ Φωκίωνος αἱ μὲν ἄλλαι πόλεις ἅπασαι τοῖς Πέρσαις ὑπετάγησαν, τῆς δὲ Σαλαμῖνος βασιλεύων Πνυταγόρας μόνος ὑπέμεινε τὴν πολιορκίαν.
在他们任内,当塞浦路斯的萨拉米斯人被埃瓦戈拉斯和福基翁包围时,其他所有城市都臣服于波斯人,只有萨拉米斯的国王普纽塔戈拉独自坚守,承受着包围。
§16.46.2ὁ δʼ Εὐαγόρας πατρῴαν ἀρχὴν τὴν Σαλαμινίων ἀνεκτᾶτο καὶ διὰ τοῦ βασιλέως τῶν Περσῶν τὴν κάθοδον εἰς τὴν βασιλείαν ἐποιεῖτο.
埃瓦戈拉斯试图收复其祖传的萨拉米斯人的统治权,并企图通过波斯国王来实现重返王位。
μετὰ δὲ ταῦτα διαβληθέντος αὐτοῦ πρὸς Ἀρταξέρξην καὶ τοῦ βασιλέως βοηθοῦντος τῷ Πνυταγόρᾳ ὁ μὲν Εὐαγόρας ἀπογνοὺς τὴν κάθοδον καὶ περὶ τῶν ἐγκλημάτων ἀπολογησάμενος ἄλλης ἡγεμονίας ἠξιώθη κατὰ τὴν Ἀσίαν μείζονος.
然而在此之后,由于他在阿尔塔薛西斯面前受到中伤,且国王转而援助普纽塔戈拉,埃瓦戈拉斯对重返王位感到绝望,在对指控进行申辩后,被授予了亚洲另一处更大的领地统治权。
§16.46.3κακῶς δὲ τὰ κατὰ τὴν ἀρχὴν διοικήσας ἔφυγε πάλιν εἰς Κύπρον καὶ συλληφθεὶς τιμωρίας ἠξιώθη.
但他未能妥善管理其治下的事务,再次逃往塞浦路斯,被捕后受到了惩罚。
ὁ δὲ Πνυταγόρας ἑκουσίως ὑποταγεὶς τοῖς Πέρσαις τὸ λοιπὸν ἀδεῶς ἐβασίλευε τῆς Σαλαμῖνος.
而普纽塔戈拉则自愿臣服于波斯人,此后便高枕无忧地统治着萨拉米斯。
§16.46.4ὁ δὲ τῶν Περσῶν βασιλεὺς μετὰ τὴν ἅλωσιν τῆς Σιδῶνος, παραγενομένων αὐτῷ τῶν συμμάχων ἔκ τε Ἄργους καὶ Θηβῶν καὶ τῶν κατὰ τὴν Ἀσίαν Ἑλληνίδων πόλεων, ἀθροίσας πᾶσαν τὴν δύναμιν προῆγεν ἐπὶ τὴν Αἴγυπτον.
波斯国王在攻克西顿后,随着来自阿哥斯、底比斯以及亚洲希腊城市的盟友来到他身边,他集结了全部军队,向埃及进军。
§16.46.5καταντήσας δʼ ἐπὶ τὴν μεγάλην λίμνην, καθʼ ἣν ἔστι τὰ καλούμενα Βάραθρα, μέρος τῆς δυνάμεως ἀπέβαλε διὰ τὴν ἀπειρίαν τῶν τόπων.
抵达被称为“深渊”(巴拉斯拉)所在的大湖时,由于对地形不熟悉,他失去了部分军队。
περὶ δὲ τῆς κατὰ τὴν λίμνην φύσεως καὶ τοῦ περὶ αὐτὴν παραδόξου συμπτώματος προειρηκότες ἐν τῇ πρώτῃ βύβλῳ τὸ διλογεῖν περὶ τῶν αὐτῶν παρήσομεν.
由于我们在第一卷中已经讲述过该湖的性质以及与之相关的离奇灾难,我们将不再重复叙述。
§16.46.6διελθὼν δὲ τὰ Βάραθρα μετὰ τῆς δυνάμεως ὁ βασιλεὺς ἧκεν πρὸς τὸ Πηλούσιον· αὕτη δʼ ἐστὶ πόλις ἐπὶ τοῦ πρώτου στόματος, καθʼ ὃν τόπον ὁ Νεῖλος ποιεῖται τὰς ἐκβολάς.
国王率军通过深渊后,来到了佩鲁西乌姆;这是一座位于第一河口的城市,即尼罗河开辟其出口的地方。
οἱ μὲν οὖν Πέρσαι κατεστρατοπέδευσαν ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Πηλουσίου, οἱ δʼ Ἕλληνες πρὸς αὐτῷ τῷ πολίσματι.
于是,波斯人在距离佩鲁西乌姆四十斯塔德的地方安营扎寨,而希腊人则在紧邻该城镇的地方扎营。
§16.46.7οἱ δʼ Αἰγύπτιοι, δεδωκότων αὐτοῖς τῶν Περσῶν πολὺν χρόνον εἰς τὴν παρασκευήν, πάντα μὲν τὰ στόματα τοῦ Νείλου καλῶς κατεσκευακότες ὑπῆρχον, μάλιστα δὲ τὸ πρὸς τῷ Πηλουσίῳ διὰ τὸ πρῶτον εἶναι τοῦτο καὶ μάλιστα κείμενον εὐκαίρως.
埃及人因为波斯人给了他们充裕的时间准备,已经将尼罗河的所有河口都妥善设防,尤其是靠近佩鲁西乌姆的那个河口,因为它是第一个,且处于最为有利的地理位置。
§16.46.8ἐφρούρουν δὲ τὸ χωρίον στρατιῶται πεντακισχίλιοι, στρατηγοῦντος Φιλόφρονος τοῦ Σπαρτιάτου.
五千名士兵在斯巴达人菲洛弗隆的指挥下守卫着该地。
οἱ δὲ Θηβαῖοι σπεύδοντες ἄριστοι φανῆναι τῶν συστρατευομένων Ἑλλήνων πρῶτοι καὶ μόνοι διὰ στενῆς τινος καὶ βαθείας διώρυγος ἐτόλμησαν διαβῆναι παραβόλως.
而底比斯人急于在共同出征的希腊人中显露头角,竟冒险独自率先渡过了一条狭窄而深邃的运河。
§16.46.9διαβάντων δʼ αὐτῶν καὶ προσβαλλόντων τοῖς τείχεσιν οἱ φρουροῦντες τὸ Πηλούσιον ἐκχυθέντες ἐκ τῆς πόλεως συνῆψαν μάχην πρὸς τοὺς Θηβαίους·
当他们渡过并向城墙发起攻击时,防守佩鲁西乌姆的守军从城中涌出,与底比斯人展开激战。
μεγάλου δʼ ἀγῶνος γενομένου διὰ τὰς παρʼ ἀμφοτέροις φιλοτιμίας τότε μὲν ἐν τῷ κινδύνῳ διημερεύσαντες ὑπὸ τῆς νυκτὸς διελύθησαν.
由于双方均怀有好胜之心,展开了一场恶战,当时他们整日在危险中厮杀,直到夜幕降临才各自散去。