§16.45.1ὁ δὲ Τέννης κοινωσάμενος τὴν προδοσίαν Μέντορι τῷ στρατηγῷ τῶν ἐξ Αἰγύπτου μισθοφόρων τοῦτον μὲν ἀπέλιπε τηροῦντα μέρος τῆς πόλεως καὶ συνεργοῦντα τοῖς περὶ τὴν προδοσίαν ἐγχειρουμένοις, αὐτὸς δὲ μετὰ στρατιωτῶν πεντακοσίων προῆγεν ἐκ τῆς πόλεως, προσποιούμενος ἐπὶ κοινὴν τῶν Φοινίκων σύνοδον ἀπαντᾶν· ἦγε δὲ μεθʼ ἑαυτοῦ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑκατὸν ὡς συμβούλους.
泰内斯向来自埃及的雇佣军将军门托尔透露了背叛的计划,留他留守城市的一部分并协助进行有关背叛的企图,而他自己则带着五百名士兵走出城市,假装去参加腓尼基人的联合会议;他随身带了一百名最杰出的公民作为顾问。
§16.45.2ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ἑκατὸν παρέδωκε τῷ Ἀρταξέρξῃ.
\n 当他们靠近国王时,他逮捕了这一百人并交给了阿尔塔薛西斯。
ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ἑκατὸν ὡς αἰτίους ὄντας τῆς ἀποστάσεως κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθʼ ἱκετηριῶν ἀπαντησάντων ἀνεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν εἰ δύναται τὴν πόλιν αὐτῷ παραδοῦναι· σφόδρα γὰρ ἔσπευδε μὴ διʼ ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις.
国王像对待朋友一样接待了他,随即将这一百名作为起义罪魁祸首的人用标枪射杀;当五百名地位显赫的西顿人拿着请愿枝前来迎接时,国王召回泰内斯并询问他是否能够将城市交给自己;因为他极其不愿通过协议接管西顿,以便通过给西顿人带来无法避免的灾难,用对他们的惩罚来震慑其他城市。
§16.45.3τοῦ δὲ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν ὁ βασιλεύς, φυλάττων τὴν ὀργὴν ἀπαραίτητον, ἅπαντας τοὺς πεντακοσίους ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν.
\n 在泰内斯确证将交出城市后,国王保持着无法平息的愤怒,将所有拿着请愿枝的五百人全部用标枪射杀。
εἶθʼ ὁ μὲν Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόν τε καὶ τὸν βασιλέα.
随后,泰内斯去找来自埃及的雇佣军,说服他们将自己和国王引入城墙之内。
§16.45.4ἡ μὲν οὖν Σιδὼν διὰ τοιαύτης προδοσίας ὑποχείριος ἐγένετο τοῖς Πέρσαις.
\n 于是西顿通过这样的背叛落入了波斯人的手中。
ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν Τέννην μηκέτι χρήσιμον ὑπάρχειν ἀνεῖλεν.
国王认为泰内斯已不再有用,便将其杀害。
οἱ δὲ Σιδώνιοι πρὸ μὲν τῆς παρουσίας τοῦ βασιλέως ἐνέπρησαν ἁπάσας τὰς ναῦς, ὅπως μηδεὶς δύνηται τῶν κατὰ τὴν πόλιν ἐκπλεύσας ἰδίᾳ σωτηρίαν πορίζεσθαι· ἐπειδὴ δὲ τὴν πόλιν ἑώρων καὶ τὰ τείχη κατειλημμένα καὶ πολλαῖς μυριάσι στρατιωτῶν περιεχόμενα, συγκλείσαντες ἑαυτοὺς καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς τὰς οἰκίας ἐνέπρησαν.
而西顿人在国王到来之前,已经烧毁了所有的船只,以便城中没有人能够通过私自乘船出海来谋求安全;当他们看到城市和城墙被攻占并被数万名士兵包围时,他们便把他们自己、孩子和妻子锁在屋里,放火焚烧。
§16.45.5φασὶ δὲ τοὺς ὑπὸ τοῦ πυρὸς τότε διαφθαρέντας σὺν τοῖς οἰκετικοῖς σώμασι γεγονέναι πλείους τῶν τετρακισμυρίων.
\n 据说,当时被大火吞噬的人,包括家仆在内,超过了四万人。
τούτου δὲ τοῦ πάθους περὶ τοὺς Σιδωνίους γενομένου καὶ τῆς πόλεως ὅλης μετὰ τῶν ἐνοικούντων ὑπὸ τοῦ πυρὸς ἀφανισθείσης τὴν πυρκαϊὰν ὁ βασιλεὺς ἀπέδοτο πολλῶν ταλάντων· §16.45.6διὰ γὰρ τὴν εὐδαιμονίαν τῶν ἐνῳκηκότων εὑρέθη πολὺς ἄργυρός τε καὶ χρυσὸς ὑπὸ τοῦ πυρὸς κεχωνευμένος.
西顿人遭遇了这一惨剧,整个城市连同居民一起被大火吞噬后,国王以许多塔兰同的价格卖掉了废墟;\n 因为由于曾居住于此的人们极度富庶,大火熔化的大量银和金被发现。
τὰ μὲν οὖν κατὰ Σιδῶνα συμβάντα δυστυχήματα τοιαύτην ἔσχε τὴν καταστροφήν, αἱ δʼ ἄλλαι πόλεις καταπλαγεῖσαι προσεχώρησαν τοῖς Πέρσαις.
因此,发生在西顿的灾难得到了这样的结局,而其他城市因极度恐惧而归顺了波斯人。
§16.45.7βραχὺ δὲ πρὸ τούτων τῶν χρόνων Ἀρτεμισία μὲν ἡ Καρίας δυναστεύουσα μετήλλαξεν ἄρξασα ἔτη δύο, τὴν δὲ δυναστείαν Ἰδριεὺς ὁ ἀδελφὸς διεδέξατο καὶ ἦρξεν ἔτη ἑπτά.
\n 在这些时间稍前,统治卡里亚的阿尔特米西亚在统治了两年后去世,其弟伊德里乌斯继承了统治权并统治了七年。
§16.45.8κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς μὲν Πραινεστίνους ἀνοχάς, πρὸς δὲ Σαυνίτας συνθήκας ἐποιήσαντο, Ταρκυνίους δὲ ἄνδρας διακοσίους καὶ ἑξήκοντα δημοσίᾳ ἐθανάτωσαν ἐν τῇ ἀγορᾷ.
\n 在意大利,罗马人与普赖内斯泰人停战,与萨姆奈特人缔结条约,并在广场上公开处决了二百六十名塔奎尼人。
§16.45.9κατὰ δὲ τὴν Σικελίαν Λεπτίνης καὶ Κάλλιππος οἱ Συρακόσιοι δύναμιν ἔχοντες ἐξεπολιόρκησαν Ῥήγιον φρουρούμενον ὑπὸ Διονυσίου τοῦ τυράννου τοῦ νεωτέρου καὶ τὴν μὲν φρουρὰν ἐξέβαλον, τοῖς δὲ Ῥηγίνοις τὴν αὐτονομίαν ἀπεκατέστησαν.
\n 在西西里,叙拉古的莱普廷斯和卡利普斯率领军队,围攻并攻克了由僭主小狄奥尼西奥斯驻守的雷吉乌姆,驱逐了守军,并恢复了雷吉乌姆人的自治。