Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.4.1-16.4.7

腓力征服派奥尼亚与击败伊利里亚人

第 512 段,共 723 段 · 希腊语

内容简介

腓力在与雅典达成和平并使派奥尼亚人臣服后,进军伊利里亚,经过一场激战击败了国王巴尔杜利斯率领的军队,迫使他们撤出所有马其顿城市。

§16.4.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐχαρίστου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Κόιντον Γενούκιον.
在雅典由欧卡里斯托斯担任执政官时,罗马人任命昆图斯·塞尔维利乌斯和昆图斯·格努基乌斯为执政官。
ἐπὶ δὲ τούτων ὁ Φίλιππος πρέσβεις ἐκπέμψας εἰς Ἀθήνας ἔπεισε τὸν δῆμον εἰρήνην πρὸς αὐτὸν συνθέσθαι διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν.
在他们任期内,腓力派遣使者前往雅典,说服民众与他缔结和平协定,因为他不再对安菲波利斯提出要求。
§16.4.2ἀπολυθεὶς δὲ τοῦ πρὸς Ἀθηναίους πολέμου καὶ πυνθανόμενος τὸν βασιλέα τῶν Παιόνων Ἆγιν τετελευτηκέναι ὑπέλαβε καιρὸν ἔχειν ἐπιθέσθαι τοῖς Παίοσιν.
从与雅典人的战争中抽身后,腓力得知派奥尼亚人的国王哈吉斯已经去世,认为这是进攻派奥尼亚人的良机。
στρατεύσας οὖν εἰς τὴν Παιονίαν καὶ παρατάξει τοὺς βαρβάρους νικήσας ἠνάγκασε τὸ ἔθνος πειθαρχεῖν τοῖς Μακεδόσιν.
于是他发兵前往派奥尼亚,并在会战中击败了野蛮人,强迫该部族臣服于马其顿人。
§16.4.3ὑπολειπομένων δὲ πολεμίων τῶν Ἰλλυριῶν ἐφιλοτιμεῖτο καὶ τούτους καταπολεμῆσαι.
由于伊利里亚人仍是残存的敌人,他极力渴望也将他们击败。
εὐθὺς οὖν συναγαγὼν ἐκκλησίαν καὶ τοὺς στρατιώτας οἰκείοις λόγοις προτρεψάμενος εἰς τὸν πόλεμον ἐστράτευσεν εἰς τὴν τῶν Ἰλλυριῶν χώραν, πεζοὺς μὲν ἔχων οὐκ ἐλάττους μυρίων, ἱππεῖς δὲ ἑξακοσίους.
于是,他立即召集了大会,用适宜的言辞激励士兵们投入战争,随后向伊利里亚人的领土进军,拥有不少于一万名步兵和六百名骑兵。
§16.4.4Βάρδυλις δʼ ὁ τῶν Ἰλλυριῶν βασιλεὺς πυθόμενος τὴν παρουσίαν τῶν πολεμίων τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλεν περὶ διαλύσεως, ἐφʼ ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων·
伊利里亚人的国王巴尔杜利斯得知敌军到来,起初派来使者商讨和解,条件是双方各自保留当时所控制的城市。
τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων ἁπασῶν ἐκχωρήσωσιν Ἰλλυριοί, οἱ μὲν πρέσβεις ἐπανῆλθον ἄπρακτοι, ὁ δὲ Βάρδυλις πιστεύων ταῖς τε προγεγενημέναις νίκαις καὶ ταῖς τῶν Ἰλλυριῶν ἀνδραγαθίαις ἀπήντα τοῖς πολεμίοις μετὰ τῆς δυνάμεως·
但当腓力表示他虽然渴望和平,但除非伊利里亚人退出所有马其顿城市,否则绝不应允时,使者们无功而返。
εἶχεν δὲ πεζοὺς μὲν μυρίους ἐπιλέκτους, ἱππεῖς δὲ εἰς πεντακοσίους.
巴尔杜利斯凭借以往的胜利和伊利里亚人的英勇,率领大军迎击敌军,他拥有一万名精选步兵和约五百名骑兵。
§16.4.5ὡς δʼ ἤγγιζον ἀλλήλοις τὰ στρατεύματα καὶ μετὰ βοῆς πολλῆς συνέρραξαν εἰς τὴν μάχην, ὁ μὲν Φίλιππος ἔχων τὸ δεξιὸν κέρας καὶ τοὺς ἀρίστους τῶν Μακεδόνων συναγωνιζομένους τοῖς μὲν ἱππεῦσι παρήγγειλεν παριππεῦσαι καὶ πλαγίοις ἐμβαλεῖν τοῖς βαρβάροις, αὐτὸς δὲ κατὰ στόμα τοῖς πολεμίοις ἐπιπεσὼν καρτερὰν συνεστήσατο μάχην.
当两军互相逼近并伴随着巨大的呼喊声投入交战时,腓力坐镇右翼,率领最精锐的马其顿人并肩作战,他命令骑兵绕到侧面袭击野蛮人,自己则从正面突击敌军,展开了激烈的战斗。
§16.4.6οἱ δʼ Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον.
伊利里亚人则将自己编成方形阵,顽强地迎击危险。
καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων ὁ κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς·
起初,由于双方极其英勇,战斗在很长一段时间内势均力敌,许多人被杀,更多人受伤,战局忽而朝这倾斜,忽而朝那倾斜,始终因交战双方的英勇而摇摆不定。
μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι.
但在这之后,随着骑兵从侧面和后方施加压力,且腓力与精锐士兵们英勇奋战,伊利里亚的大军被迫开始逃跑。
§16.4.7γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων ὁ μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δʼ Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης.
追击延伸到很远的地方,许多人在逃跑中被杀,腓力用军号召回马其顿人,立起战胜纪念碑,并埋葬了己方的死者。 而伊利里亚人通过派来使者并撤出所有马其顿城市,获得了和平。
ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων.
在这场战役中,伊利里亚人战死者达七千人以上。

词汇与语法注释

  1. §16.4.1διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν — 介词 `διά` 接带冠词不定式对格 `τὸ προσποιεῖσθαι`(现在中动/异态动词)构成的表示原因的短语。`προσποιεῖσθαι`(声称属于自己)的逻辑主语与主句主语 `ὁ Φίλιππος` 一致,因此被省略。
  2. §16.4.4ἐφʼ ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων — 介词与关系代词 `ὅστις` 的与格构成的 `ἐφʼ ὅτῳ`(等同于 `ἐφʼ ᾧ`)后接不定式 `εἶναι` 的结构,表示协议的条件(“在……条件下”)。`κυρίους` 是该不定式的逻辑主语(对格)。
  3. §16.4.6τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων — 由名词 `τῶν ἱππέων` 和现在分词 `βιαζομένων` 构成的属格独立结构,表示时间或原因(“当/由于骑兵从侧面和后方施加压力时”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.4.1-16.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.4.1-16.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。