Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.3.1-16.3.8

腓力的军事改革与初战胜利

第 511 段,共 723 段 · 希腊语

内容简介

面对马其顿的危机,腓力二世推行军事改革并创立了方阵,同时对雅典等国灵活运用外交与军事手段,取得了他的首次军事胜利。

§16.3.1οἱ δὲ Μακεδόνες διά τε τὴν ἐν τῇ μάχῃ συμφορὰν καὶ διὰ τὸ μέγεθος τῶν ἐπιφερομένων κινδύνων ἐν ἀπορίᾳ τῇ μεγίστῃ καθειστήκεισαν.
而马其顿人由于战役中的惨败以及面临危险之巨大,陷入了极度的困境之中。
ἀλλʼ ὅμως τηλικούτων φόβων καὶ κινδύνων ἐφεστώτων ὁ Φίλιππος οὐ κατεπλάγη τὸ μέγεθος τῶν προσδοκωμένων δεινῶν, ἀλλὰ τοὺς Μακεδόνας ἐν συνεχέσιν ἐκκλησίαις συνέχων καὶ τῇ τοῦ λόγου δεινότητι προτρεπόμενος ἐπὶ τὴν ἀνδρείαν εὐθαρσεῖς ἐποίησε, τὰς δὲ στρατιωτικὰς τάξεις ἐπὶ τὸ κρεῖττον διορθωσάμενος καὶ τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.
然而,尽管如此巨大的恐惧与危险近在眼前,腓力并未被预料中的灾难之巨所吓倒,反而通过接连不断的集会将马其顿人团结在一起,并用他雄辩的口才激励他们勇敢起来,使他们重拾信心;他将军队编制改良得更为完善,并用军事武器对士兵们进行了妥善的装备,开展了持续的武装演练和针对实战的训练。
§16.3.2ἐπενόησε δὲ καὶ τὴν τῆς φάλαγγος πυκνότητα καὶ κατασκευήν, μιμησάμενος τὸν ἐν Τροίᾳ τῶν ἡρώων συνασπισμόν, καὶ πρῶτος συνεστήσατο τὴν Μακεδονικὴν φάλαγγα.
他还模仿特洛伊英雄们的密集盾阵,构想出了方阵的紧密排列与构造,并首次组建了马其顿方阵。
§16.3.3ἐν δὲ ταῖς ὁμιλίαις προσηνὴς ἦν καὶ διά τε τῶν δωρεῶν καὶ τῶν ἐπαγγελιῶν εἰς τὴν μεγίστην εὔνοιαν τὰ πλήθη προήγετο, πρός τε τὸ πλῆθος τῶν ἐπιφερομένων κινδύνων εὐστόχως ἀντεμηχανᾶτο.
他在交往中和蔼可亲,通过赠礼与承诺将民众引导至极大的好意,并针对接踵而来的诸多危险巧妙地采取了应对措施。
θεωρῶν γὰρ τοὺς Ἀθηναίους ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι τὴν πᾶσαν φιλοτιμίαν εἰσφερομένους καὶ διὰ τοῦτο κατάγοντας τὸν Ἀργαῖον ἐπὶ τὴν βασιλείαν ἑκουσίως ἐξεχώρησε τῆς πόλεως, ἀφεὶς αὐτὴν αὐτόνομον.
因为他看到雅典人为了夺回安菲波利斯而倾尽全力,并因此扶持阿尔盖乌斯重登王位,于是他自愿退出了该城,让其保持自治。
§16.3.4πρὸς δὲ Παίονας διαπρεσβευσάμενος καὶ τοὺς μὲν δωρεαῖς διαφθείρας, τοὺς δʼ ἐπαγγελίαις φιλανθρώποις πείσας κατὰ τὸ παρὸν εἰρήνην ἄγειν πρὸς αὐτοὺς συνέθετο.
他派使者前往派奥尼亚人那里,用礼物收买了一些人,用友善的承诺说服了另一些人,达成了目前与他们保持和平的协议。
ὁμοίως δὲ καὶ τὸν Παυσανίαν ἀπέστησε τῆς καθόδου, τὸν κατάγειν μέλλοντα βασιλέα δωρεαῖς πείσας.
同样地,他也阻止了保萨尼亚斯的复位,因为他用礼物说服了准备扶持保萨尼亚斯复位的国王。
§16.3.5Μαντίας δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς καταπλεύσας εἰς Μεθώνην αὐτὸς μὲν ἐνταῦθα κατέμεινε, τὸν Ἀργαῖον δὲ μετὰ τῶν μισθοφόρων ἐπὶ τὰς Αἰγὰς ἀπέστειλεν.
雅典的将军曼蒂亚斯乘船抵达梅索内,他自己留在了那里,却派遣阿尔盖乌斯同雇佣兵一起前往埃盖。
οὗτος δὲ προσελθὼν τῇ πόλει παρεκάλει τοὺς ἐν ταῖς Αἰγαῖς προσδέξασθαι τὴν κάθοδον καὶ γενέσθαι τῆς αὑτοῦ βασιλείας ἀρχηγούς.
此人接近该城,极力劝说埃盖的居民接受他的复位,并成为他王权的开创者。
§16.3.6οὐδενὸς δʼ αὐτῷ προσέχοντος ὁ μὲν ἀνέκαμπτεν εἰς τὴν Μεθώνην, ὁ δὲ Φίλιππος ἐπιφανεὶς μετὰ στρατιωτῶν καὶ συνάψας μάχην πολλοὺς μὲν ἀνεῖλε τῶν μισθοφόρων, τοὺς δὲ λοιποὺς εἴς τινα λόφον καταφυγόντας ὑποσπόνδους ἀφῆκεν, λαβὼν παρʼ αὐτῶν ἐκδότους τοὺς φυγάδας.
但由于无人理睬他,他便往梅索内撤退;而腓力率军出现并交战,斩杀了许多雇佣兵,其余的人逃到一座山丘上,腓力在让他们交出流亡者之后,根据协定放走了他们。
Φίλιππος μὲν οὖν ταύτην πρώτην μάχην νικήσας εὐθαρσεστέρους ἐποίησε τοὺς Μακεδόνας πρὸς τοὺς ἐφεξῆς ἀγῶνας.
于是腓力赢得了这第一场战役,使马其顿人在面对接下来的战斗时更加充满信心。
§16.3.7ἅμα δὲ τούτοις πραττομένοις Θάσιοι μὲν ᾤκισαν τὰς ὀνομαζομένας Κρηνίδας, ἃς ὕστερον ὁ βασιλεὺς ἀφʼ ἑαυτοῦ ὀνομάσας Φιλίππους ἐπλήρωσεν οἰκητόρων.
在此事进行的同时,萨索斯人殖民了被称为克雷尼德斯的地方,后来国王以自己的名字将其命名为腓立比,并迁入了居民。
§16.3.8τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος τὴν ἀρχὴν τῶν περὶ Φίλιππον ἱστοριῶν ἐντεῦθεν ποιησάμενος γέγραφεν βύβλους ὀκτὼ πρὸς ταῖς πεντήκοντα, ἐξ ὧν πέντε διαφωνοῦσιν.
在历史学家中,希奥斯的狄奥庞普斯从这里开始撰写关于腓力的历史,共写了五十八卷,其中五卷内容不一致。

词汇与语法注释

  1. 16.3.1τὸ μέγεθος — 关系宾格(或称限定宾格),修饰被动语态动词 `κατεπλάγη`(害怕、胆怯),表示害怕的对象或范围(“关于其巨大”)。
  2. 16.3.3ὑπὲρ τοῦ τὴν Ἀμφίπολιν ἀνακτήσασθαι — 介词 `ὑπὲρ` 后面接属格冠词性不定式 `τοῦ ἀνακτήσασθαι`,表示目的(“为了夺回安菲波利斯”)。该不定式的逻辑主语在上下文中是雅典人,而 `τὴν Ἀμφίπολιν` 是该不定式的宾格宾语。
  3. 16.3.6ὑποσπόνδους — 意为“在休战协定(σπονδαί)之下”的形容词。此处作谓语性使用,表示“在停战协定下(放走了士兵)”。
  4. 16.3.8διαφωνοῦσιν — 字面意为“不一致”或“不和谐”,指狄奥庞普斯著作中的五卷内容偏离了主线(腓力史)或主题。有些研究将其解释为意为“散佚、丢失”的 `διαφθείρονται` 的抄写错误。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.3.1-16.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.3.1-16.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。