§16.4.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐχαρίστου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Κόιντον Γενούκιον.
When Eucharistos was archon in Athens, the Romans appointed Quintus Servilius and Quintus Genucius as consuls.
ἐπὶ δὲ τούτων ὁ Φίλιππος πρέσβεις ἐκπέμψας εἰς Ἀθήνας ἔπεισε τὸν δῆμον εἰρήνην πρὸς αὐτὸν συνθέσθαι διὰ τὸ μηδὲν ἔτι προσποιεῖσθαι τὴν Ἀμφίπολιν.
During their term of office, Philip, having sent envoys to Athens, persuaded the people to make peace with him because he no longer laid claim to Amphipolis.
§16.4.2ἀπολυθεὶς δὲ τοῦ πρὸς Ἀθηναίους πολέμου καὶ πυνθανόμενος τὸν βασιλέα τῶν Παιόνων Ἆγιν τετελευτηκέναι ὑπέλαβε καιρὸν ἔχειν ἐπιθέσθαι τοῖς Παίοσιν.
Being released from the war against the Athenians, and learning that Agis, the king of the Paeonians, had died, he considered that he had a favorable opportunity to attack the Paeonians.
στρατεύσας οὖν εἰς τὴν Παιονίαν καὶ παρατάξει τοὺς βαρβάρους νικήσας ἠνάγκασε τὸ ἔθνος πειθαρχεῖν τοῖς Μακεδόσιν.
Having therefore campaigned into Paeonia and defeated the barbarians in a pitched battle, he compelled the nation to obey the Macedonians.
§16.4.3ὑπολειπομένων δὲ πολεμίων τῶν Ἰλλυριῶν ἐφιλοτιμεῖτο καὶ τούτους καταπολεμῆσαι.
Since the Illyrians remained as enemies, he was eager to defeat them as well.
εὐθὺς οὖν συναγαγὼν ἐκκλησίαν καὶ τοὺς στρατιώτας οἰκείοις λόγοις προτρεψάμενος εἰς τὸν πόλεμον ἐστράτευσεν εἰς τὴν τῶν Ἰλλυριῶν χώραν, πεζοὺς μὲν ἔχων οὐκ ἐλάττους μυρίων, ἱππεῖς δὲ ἑξακοσίους.
Straightway, therefore, having assembled the gathering and exhorted the soldiers to war with appropriate words, he marched into the territory of the Illyrians, having not fewer than ten thousand infantry and six hundred cavalry.
§16.4.4Βάρδυλις δʼ ὁ τῶν Ἰλλυριῶν βασιλεὺς πυθόμενος τὴν παρουσίαν τῶν πολεμίων τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλεν περὶ διαλύσεως, ἐφʼ ὅτῳ κυρίους ἀμφοτέρους εἶναι τῶν τότε κυριευομένων πόλεων·
But Bardylis, the king of the Illyrians, having learned of the presence of the enemy, at first sent envoys to discuss a settlement, on the condition that both sides should remain masters of the cities they then controlled.
τοῦ δὲ Φιλίππου φήσαντος ἐπιθυμεῖν μὲν τῆς εἰρήνης, μὴ μέντοι γε ταύτην συγχωρήσειν, ἐὰν μὴ τῶν Μακεδονικῶν πόλεων ἁπασῶν ἐκχωρήσωσιν Ἰλλυριοί, οἱ μὲν πρέσβεις ἐπανῆλθον ἄπρακτοι, ὁ δὲ Βάρδυλις πιστεύων ταῖς τε προγεγενημέναις νίκαις καὶ ταῖς τῶν Ἰλλυριῶν ἀνδραγαθίαις ἀπήντα τοῖς πολεμίοις μετὰ τῆς δυνάμεως· εἶχεν δὲ πεζοὺς μὲν μυρίους ἐπιλέκτους, ἱππεῖς δὲ εἰς πεντακοσίους.
But when Philip said that he indeed desired peace, but would not, however, grant it unless the Illyrians withdrew from all Macedonian cities, the envoys returned without success; and Bardylis, trusting in his past victories and the bravery of the Illyrians, met the enemy with his forces, having ten thousand select infantry and about five hundred cavalry.
§16.4.5ὡς δʼ ἤγγιζον ἀλλήλοις τὰ στρατεύματα καὶ μετὰ βοῆς πολλῆς συνέρραξαν εἰς τὴν μάχην, ὁ μὲν Φίλιππος ἔχων τὸ δεξιὸν κέρας καὶ τοὺς ἀρίστους τῶν Μακεδόνων συναγωνιζομένους τοῖς μὲν ἱππεῦσι παρήγγειλεν παριππεῦσαι καὶ πλαγίοις ἐμβαλεῖν τοῖς βαρβάροις, αὐτὸς δὲ κατὰ στόμα τοῖς πολεμίοις ἐπιπεσὼν καρτερὰν συνεστήσατο μάχην.
And when the armies drew near to each other and clashed in battle with a great shout, Philip, holding the right wing and having the best of the Macedonians fighting alongside him, ordered the cavalry to ride past and charge the barbarians on the flanks, while he himself, falling upon the enemy in front, joined a fierce battle.
§16.4.6οἱ δʼ Ἰλλυριοὶ συντάξαντες ἑαυτοὺς εἰς πλινθίον ἐρρωμένως συνεστήσαντο τὸν κίνδυνον.
The Illyrians, having drawn themselves up in a square formation, stoutly sustained the danger.
καὶ τὸ μὲν πρῶτον ἐπὶ πολὺν χρόνον ἦν ἰσόρροπος ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἀμφοτέροις ἀνδραγαθίας καὶ πολλῶν μὲν ἀναιρουμένων, ἔτι δὲ πλειόνων τιτρωσκομένων ὁ κίνδυνος δεῦρο κἀκεῖσε τὰς ῥοπὰς ἐλάμβανεν, ταλαντευόμενος αἰεὶ ταῖς τῶν ἀγωνιζομένων ἀρεταῖς· μετὰ δὲ ταῦτα τῶν ἱππέων ἐκ πλαγίου καὶ κατὰ νώτου βιαζομένων, τοῦ δὲ Φιλίππου μετὰ τῶν ἀρίστων ἡρωικῶς ἀγωνισαμένου συνηναγκάσθη τὸ πλῆθος τῶν Ἰλλυριῶν πρὸς φυγὴν ὁρμῆσαι.
And at first, for a long time the battle was evenly balanced because of the extraordinary bravery on both sides, and while many were slain and still more wounded, the danger turned the scale now this way, now that, always being balanced by the valor of those who fought; but after this, when the cavalry pressed hard from the flank and rear, and Philip with his best men fought heroically, the multitude of the Illyrians was forced to turn in flight.
§16.4.7γενομένης δὲ τῆς διώξεως ἐπὶ πολὺν τόπον καὶ πολλῶν κατὰ τὴν φυγὴν ἀναιρεθέντων ὁ μὲν Φίλιππος ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς Μακεδόνας καὶ στήσας τρόπαιον ἔθαψεν τῶν ἰδίων τοὺς τετελευτηκότας, οἱ δʼ Ἰλλυριοὶ διαπρεσβευσάμενοι καὶ τῶν Μακεδονικῶν πόλεων πασῶν ἐκχωρήσαντες ἔτυχον τῆς εἰρήνης.
And when the pursuit had been carried over a long distance and many had been slain during the flight, Philip, having recalled the Macedonians with the trumpet and set up a trophy, buried the dead of his own men; and the Illyrians, having sent envoys and withdrawn from all Macedonian cities, obtained peace.
ἀνῃρέθησαν δὲ τῶν Ἰλλυριῶν ἐν ταύτῃ τῇ μάχῃ πλείους τῶν ἑπτακισχιλίων.
More than seven thousand of the Illyrians were slain in this battle.