Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.39.1-16.39.8

伯罗奔尼撒的纷争与凯罗尼亚之战

第 547 段,共 723 段 · 希腊语

内容简介

因拉刻代蒙人与梅加洛波利斯人的冲突,伯罗奔尼撒爆发战争,双方盟友纷纷参战并进行激烈交锋。同时,福基斯将军法莱科斯占领凯罗尼亚,但被波奥蒂亚人击退,随后福基斯领地遭到蹂躏。

§16.39.1ἅμα δὲ τούτοις πραττομένοις καὶ κατὰ τὴν Πελοπόννησον ἐγένοντο ταραχαὶ καὶ κινήσεις διὰ τοιαύτας τινὰς αἰτίας.
在这些事情发生的同时,伯罗奔尼撒也因为以下类似的原因而发生了混乱与动荡。
Λακεδαιμόνιοι πρὸς Μεγαλοπολίτας διαφερόμενοι τὴν χώραν αὐτῶν κατέδραμον Ἀρχιδάμου τὴν ἡγεμονίαν ἔχοντος· οἱ δὲ Μεγαλοπολῖται παροξυνθέντες ἐπὶ τοῖς πραχθεῖσι καὶ καθʼ ἑαυτοὺς οὐκ ὄντες ἀξιόμαχοι παρὰ τῶν συμμάχων μετεπέμψαντο βοήθειαν.
拉刻代蒙人与梅加洛波利斯人发生争端,在阿基达莫斯统帅下入侵了后者的领土;梅加洛波利斯人对这些行径感到愤怒,且因凭自身力量无法抗衡,便向盟友请求援助。
§16.39.2Ἀργεῖοι μὲν οὖν καὶ Σικυώνιοι καὶ Μεσσήνιοι πανδημεὶ κατὰ τάχος ἐβοήθησαν, Θηβαῖοι δʼ ἀπέστειλαν πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, στρατηγὸν ἐπιστήσαντες Κηφισίωνα.
于是,阿尔戈斯人、西库翁人和美塞尼亚人全军动员,迅速前来救援;而底比斯人则派遣了四千步兵和五百骑兵,指派凯菲西翁担任将军。
§16.39.3Μεγαλοπολῖται μὲν οὖν μετὰ τῶν συμμάχων ἐκστρατεύσαντες κατεστρατοπέδευσαν περὶ τὰς πηγὰς τοῦ Ἀλφειοῦ ποταμοῦ·
梅加洛波利斯人便与盟友一同出征,在阿尔菲奥斯河源头附近扎营。
οἱ δὲ Λακεδαιμόνιοι τρισχιλίους μὲν πεζοὺς παρὰ Φωκέων προσελάβοντο, ἱππεῖς δὲ ἑκατὸν καὶ πεντήκοντα παρὰ Λυκόφρονος καὶ Πειθολάου τῶν ἐκπεπτωκότων ἐκ τῆς ἐν Φεραῖς τυραννίδος· συστησάμενοι δὲ δύναμιν ἀξιόμαχον κατεστρατοπέδευσαν περὶ Μαντίνειαν.
而拉刻代蒙人则从福基斯人那里得到了三千步兵作为增援,并从被驱逐出费赖僭主统治的吕科弗隆和培托劳斯那里得到了百原名骑兵;他们组成了一支足以抗衡的军队,在曼提内亚附近扎营。
§16.39.4μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας,οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν.
此后,他们抵达阿尔戈斯境内的奥尔内艾城,在敌人到来之前,抢先包围并攻陷了这座城市,它是梅加洛波利斯人的盟友。
ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν.
当阿尔戈斯人出击时,他们交战并击败了对方,杀死了两百多人。
§16.39.5τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δʼ εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά·
但底比斯人出现时,虽然他们人数翻倍,但在纪律上却处于劣势,于是发生了一场激烈的战斗。
καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δʼ εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.
由于胜负未分,阿尔戈斯人及其盟友退回了各自的城市;而拉刻代蒙人则侵入阿卡迪亚,强攻夺取并洗劫了赫利斯斯城,随后返回斯巴达。
§16.39.6μετὰ δέ τινα χρόνον οἱ Θηβαῖοι μετὰ τῶν συμμάχων ἐνίκησαν τοὺς πολεμίους περὶ Τέλφουσαν καὶ συχνοὺς ἀνελόντες ἐζώγρησαν Ἀνάξανδρόν τε τὸν ἡγούμενον καὶ τῶν ἄλλων πλείους τῶν ἑξήκοντα.
一段时间后,底比斯人与盟友在特尔普萨附近击败了敌人,在杀死了许多人的同时,生擒了指挥官阿纳克桑德罗斯以及其他六十多人。
μετʼ ὀλίγον δὲ χρόνον ἄλλαις δυσὶ μάχαις προετέρησαν καὶ τῶν ἐναντίων οὐκ ὀλίγους κατέβαλον.
不久之后,他们又在另外两场战斗中占了上风,击倒了不少对手。
§16.39.7τὸ δὲ τελευταῖον τῶν Λακεδαιμονίων ἀξιολόγῳ μάχῃ νικησάντων, αἱ δυνάμεις ἀμφοτέρων εἰς τὰς οἰκείας πόλεις ἐπανῆλθον.
最后,在拉刻代蒙人赢得一场值得称道的战斗后,双方的军队各自回到了自己的城市。
ἔπειτα τῶν Λακεδαιμονίων ποιησαμένων ἀνοχὰς πρὸς τοὺς Μεγαλοπολίτας ἐπανῆλθον εἰς τὴν Βοιωτίαν οἱ Θηβαῖοι.
随后,在拉刻代蒙人与梅加洛波利斯人停战后,底比斯人返回了波奥蒂亚。
§16.39.8Φάλαικος δὲ περὶ τὴν Βοιωτίαν διατρίβων Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως.
与此同时,法莱科斯在波奥蒂亚附近逗留,攻占了凯罗尼亚,但当底比斯人前来救援时,他被赶出了该城。
ἔπειθʼ οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν·
此后,波奥蒂亚人率大军出征福基斯,蹂躏了其中大部分地方,并荒废了该地区的产业。
ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ λαφύρων πλῆθος ἀθροίσαντες ἐπανῆλθον εἰς τὴν Βοιωτίαν.
在夺取了一些小城镇并搜刮了大量战利品之后,他们返回了波奥蒂亚。

词汇与语法注释

  1. 16.39.1ἅμα δὲ τούτοις πραττομένοις — 伴随分词与格形式的与格绝对结构(dative absolute)。与常规的属格绝对结构(genitive absolute)相同,它引入了与主句主语不同的逻辑主语(τούτοις),用以表示动作的伴随或同时发生。
  2. 16.39.4ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες — 动词 φθάνω 连用分词(此处为 ἐκπολιορκήσαντες)的结构,用以表示“抢先/先于某事做某事”。这里指在敌人到达之前(πρὸ τῆς τῶν πολεμίων παρουσίας),他们就已经包围并攻陷了该城。
  3. 16.39.5τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δʼ εὐταξίαις λειπομένων — 名词 πλήθει 与 εὐταξίαις 均作“关系与格(dative of respect)”或“限定与格”,分别限制了形容词 διπλασίων(二倍)和分词 λειπομένων(逊色)适用的范围,意为“在数量上”和“在纪律上”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.39.1-16.39.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.39.1-16.39.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。