Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.38.1-16.38.7

腓力的撤军与法乌洛斯之死

第 546 段,共 723 段 · 希腊语

内容简介

腓力击败奥诺马尔科斯并扩张势力,虽被雅典人阻挡但仍安然撤回。与此同时,福基斯将军法乌洛斯在连番征战后因病去世,年幼的继任者法莱科斯在对波奥蒂亚人的战斗中遭遇失败。

§16.38.1οὗτος γὰρ νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήν τʼ ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς καὶ τἄλλα τὰ κατὰ τὴν Θετταλίαν καταστήσας προῆγεν ἐπὶ τὰς Πύλας πολεμήσων τοῖς Φωκεῦσι.
因为他在一场显赫的决战中击败了奥诺马尔科斯,推翻了费赖的僭主统治,将自由归还给该城,并在整顿了色萨利的其他事务后,便向温泉关进军,准备与福基斯人作战。
§16.38.2κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ.
但由于雅典人阻挡他通过通道,他便退回了马其顿,他的王权因其功绩以及对神明的敬虔而得到了提升。
§16.38.3Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην Νάρυκα διὰ προδοσίας νυκτὸς παραλαβὼν πάλιν ἐξέπεσε καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν διακοσίων.
与此同时,法乌洛斯向被称为“埃皮克奈米狄亚”的洛克里人领地出征,制服了除了一座城市之外的所有其他城市;他虽然在夜间通过内奸占领了那座被称为纳吕克斯的城市,却又被赶了出来,并损失了不下两百名士兵。
§16.38.4μετὰ δὲ ταῦτα στρατοπεδεύοντος αὐτοῦ περὶ τὰς ὀνομαζομένας Ἄβας οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσιν ἀνεῖλον αὐτῶν οὐκ ὀλίγους· ἐπαρθέντες δὲ τῷ προτερήματι παρῆλθον εἰς τὴν τῶν Φωκέων χώραν καὶ πολλὴν αὐτῆς πορθήσαντες ἤθροισαν λαφύρων πλῆθος.
此后,当他在被称为阿拜的地方附近扎营时,波奥蒂亚人在夜间袭击了福基斯人,杀死了他们之中的不少人;波奥蒂亚人因这一胜利而大受鼓舞,攻入福基斯人的领土,蹂躏了其中大部分地方,搜刮了大量的战利品。
§16.38.5ἐπανιόντων δʼ αὐτῶν καὶ τῇ Ναρυκαίων πόλει πολιορκουμένῃ βοηθούντων ἐπιφανεὶς ὁ Φάυλλος τούτους μὲν ἐτρέψατο, τὴν δὲ πόλιν ἑλὼν κατὰ κράτος διήρπασε καὶ κατέσκαψεν.
当波奥蒂亚人返回并前去救援正遭受围攻的纳吕克斯人城邦时,法乌洛斯突然出现并击退了他们,接着强攻夺取了该城,进行洗劫并将其夷为平地。
§16.38.6αὐτὸς δὲ περιπεσὼν νόσῳ φθινάδι καὶ πολὺν χρόνον ἀρρωστήσας ἐπιπόνως καὶ τῆς ἀσεβείας οἰκείως κατέστρεψε τὸν βίον, καταλιπὼν τῶν Φωκέων στρατηγὸν Φάλαικον τὸν Ὀνομάρχου υἱὸν τοῦ τὸν ἱερὸν πόλεμον ἐκκαύσαντος, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα· παρακατέστησε δʼ αὐτῷ ἐπίτροπον ἅμα καὶ στρατηγὸν Μνασέαν, ἕνα τῶν ἑαυτοῦ φίλων.
而他自己则染上了消耗性疾病,在遭受了长期的病痛折磨后,以一种与其不敬虔之罪相称的方式结束了生命。 他留下了法莱科斯作为福基斯人的将军,此人是点燃圣战的奥诺马尔科斯之子,当时年纪尚幼;同时,他还指派了自己的一位朋友姆纳塞亚斯作为其监护人兼将军。
§16.38.7μετὰ δὲ ταῦτα οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσι τόν τε στρατηγὸν αὐτῶν Μνασέαν ἀπέκτειναν καὶ τῶν στρατιωτῶν εἰς διακοσίους.
此后,波奥蒂亚人在夜间袭击了福基斯人,杀死了他们的将军姆纳塞亚斯以及大约两百名士兵。
μετʼ ὀλίγον δʼ ἱππομαχίας γενομένης περὶ Χαιρώνειαν ὁ Φάλαικος ἡττηθεὶς ἀπέβαλε τῶν ἱππέων οὐκ ὀλίγους.
不久之后,在凯罗尼亚附近发生了一场骑兵战,法莱科斯战败,损失了不少骑兵。

词汇与语法注释

  1. 16.38.1πολεμήσων — 动词 πολεμέω 的将来时主动分词阳性单数主格,表示主句主语(腓力)的目的(“为了进行战争”)。
  2. 16.38.2κωλυσάντων — κωλυσάντων τῶν Ἀθηναίων 构成属格独立结构。不定式 διελθεῖν 充当动词 κωλύω 的补足语,表示“阻止(省略的对格代词,即腓力)通过”。
  3. 16.38.5ἐπανιόντων — ἐπανιόντων δʼ αὐτῶν 和 βοηθούντων 构成属格独立结构,其逻辑主语 αὐτῶν 指代波奥蒂亚人,与主句的主语(ὁ Φάυλλος)不同。
  4. 16.38.6τοῦ — 冠词 τοῦ 与不定过去时主动分词 ἐκκαύσαντος 连用,修饰属格名词 Ὀνομάρχου,起定语作用(“点燃了圣战的奥诺马尔科斯的”)。
  5. 16.38.7εἰς — 介词 εἰς 与数词连用,在此表示概数(“大约”或“多达两百人”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.38.1-16.38.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.38.1-16.38.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。