Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.25.1-16.25.3

菲洛梅洛斯远征洛克里斯与强索神谕

第 533 段,共 723 段 · 希腊语

内容简介

在波奥蒂亚人出兵援助神谕所的同时,菲洛梅洛斯扩军并远征洛克里斯,在激战后强迫皮提亚给出关于战争的神谕。

§16.25.1οἱ δὲ Βοιωτοὶ συνελθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο βοηθεῖν τῷ μαντείῳ καὶ παραχρῆμα στρατιώτας ἐξέπεμψαν.
波奥蒂亚人集会决定援助神谕所,并立即派遣了士兵。
τούτων δὲ πραττομένων ὁ Φιλόμηλος τεῖχός τε περιεβάλετο τῷ ἱερῷ καὶ μισθοφόρους ἤθροιζε πολλούς, ἀναβιβάσας τοὺς μισθοὺς καὶ ποιήσας ἡμιολίους, καὶ τῶν Φωκέων ἐπιλέγων τοὺς ἀρίστους κατέγραφε καὶ ταχὺ δύναμιν ἀξιόλογον ἤθροισεν·
在此期间,菲洛梅洛斯在神庙周围修筑了围墙,并通过提高薪水至原本的一倍半来募集了大量雇佣兵,同时挑选了福基斯人中最优秀的人予以征募,迅速聚集了一支不容小觑的军队。
οὐκ ἐλάττους γὰρ τῶν πεντακισχιλίων στρατιωτῶν ἔχων προεκάθητο τῶν Δελφῶν, φοβερὸς ὢν ἤδη τοῖς πολεμεῖν πρὸς αὐτὸν βουλομένοις.
因为他率领着不少于五千名士兵驻守在德尔斐前面,对于那些想要与他交战的人来说,他已经是一个可怕的存在。
§16.25.2μετὰ δὲ ταῦτα στρατεύσας εἰς τὴν τῶν Λοκρῶν χώραν καὶ πολλὴν τῆς πολεμίας γῆς δῃώσας κατεστρατοπεδεύσατο πλησίον ποταμοῦ τινος ῥέοντος παρὰ φρούριον ὀχυρόν.
此后,他出兵进入洛克里斯人的领土,蹂躏了敌方的大片土地,并在流经一座坚固堡垒附近的一条河流旁安营扎寨。
τούτῳ δὲ προσβολὰς ποιησάμενος καὶ μὴ δυνάμενος ἑλεῖν τῆς μὲν πολιορκίας ἀπέστη, πρὸς δὲ τοὺς Λοκροὺς συνάψας μάχην ἀπέβαλε τῶν στρατιωτῶν εἴκοσι καὶ τῶν νεκρῶν οὐ δυνηθεὶς κρατῆσαι τὴν ἀναίρεσιν αὐτῶν διὰ κήρυκος ᾐτήσατο.
他向该堡垒发起进攻,但因无法攻克而放弃了包围,随后与洛克里斯人交战,损失了二十名士兵。 由于未能控制死者的遗体,他通过传令官请求收回遗体。
οἱ δὲ Λοκροὶ τὴν ἀναίρεσιν οὐ συγχωροῦντες ἀπόκρισιν ἔδωκαν ὅτι παρὰ πᾶσι τοῖς Ἕλλησι κοινὸς νόμος ἐστὶν ἀτάφους ῥίπτεσθαι τοὺς ἱεροσύλους.
但洛克里斯人拒绝了收回请求,并回答说,在所有希腊人中有一条共同的法律,即神庙掠夺者应该被弃置而不得动土安葬。
§16.25.3ὁ δὲ Φιλόμηλος χαλεπῶς φέρων τὸ συμβεβηκὸς συνῆψε μάχην τοῖς Λοκροῖς καὶ πᾶσαν εἰσενεγκάμενος φιλοτιμίαν ἀνεῖλέ τινας τῶν πολεμίων καὶ τῶν σωμάτων κυριεύσας ἠνάγκασε τοὺς Λοκροὺς ἀλλαγὴν ποιήσασθαι τῶν νεκρῶν.
菲洛梅洛斯对发生的事感到十分愤恨,与洛克里斯人交战,竭尽全力杀死了几名敌人,并控制了他们的尸体,从而迫使洛克里斯人进行了尸体交换。
κρατῶν δὲ τῶν ὑπαίθρων καὶ πολλὴν πορθήσας τῆς Λοκρίδος ἐπανῆλθεν εἰς Δελφοὺς ἐμπεπληκὼς ὠφελείας τοὺς στρατιώτας.
他控制了原野,在掠夺了洛克里斯的大部分地区后,带着装满战利品的士兵返回了德尔斐。
μετὰ δὲ ταῦτα περὶ τοῦ πολέμου βουλόμενος χρήσασθαι τῷ μαντείῳ τὴν Πυθίαν ἠνάγκασεν ἀναβᾶσαν ἐπὶ τὸν τρίποδα δοῦναι τὸν χρησμόν.
此后,他希望就战争之事向神谕所请示,便强迫皮提亚登上三脚台以给出神谕。

词汇与语法注释

  1. §16.25.1ποιήσας ἡμιολίους — 形容词 ἡμιόλιος(一倍半的)作状语,修饰前文的 τοὺς μισθούς(薪水),表示“将薪水提高至原本的一倍半”。
  2. §16.25.2τῶν νεκρῶν οὐ δυνηθεὶς κρατῆσαι — 动词 κρατέω(支配、占领、获得)支配属格(τῶν νεκρῶν),表示未能夺得或控制战死者的遗体。
  3. §16.25.2ἀτάφους ῥίπτεσθαι τοὺς ἱεροσύλους — 由 ὅτι 引导的间接引语中的“对格加不定式”结构(accusative with infinitive)。被动不定式 ῥίπτεσθαι(被弃置)的逻辑主语为对格的 τοὺς ἱεροσύλους(神庙掠夺者),而 ἀτάφους(未予埋葬地)是修饰该主语的宾语补足语。
  4. §16.25.3χρήσασθαι τῷ μαντείῳ — 动词 χράομαι 在此支配与格 τῷ μαντείῳ,构成固定搭配,意为“请示神谕”或“向神谕所求问”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.25.1-16.25.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.25.1-16.25.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。