Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.24.1-16.24.5

菲洛梅洛斯占领德尔斐与正当性声明

第 532 段,共 723 段 · 希腊语

内容简介

菲洛梅洛斯与斯巴达国王阿基达马斯秘密结盟,获取资金和雇佣兵并占领了德尔斐神谕所。在击退来犯的洛克里斯人后,菲洛梅洛斯公开声明其目的并非掠夺神庙,而是维护福基斯人祖传的权利。

§16.24.1τῶν δὲ Φωκέων διὰ τὸν ἐκ τῆς καταδίκης φόβον ἑλομένων αὐτὸν αὐτοκράτορα στρατηγὸν ὁ Φιλόμηλος ἐνεργῶς ἐπετέλει τὰς ἐπαγγελίας.
由于福基斯人因对判决的恐惧而选举他为拥有全权的将军,菲洛梅洛斯积极地履行他的诺言。
πρῶτον μὲν γὰρ παρελθὼν εἰς τὴν Σπάρτην ἐν ἀπορρήτοις διελέχθη τῷ βασιλεῖ τῶν Λακεδαιμονίων Ἀρχιδάμῳ, ὅτι κοινὸς ὁ ἀγών ἐστιν αὐτῷ περὶ τοῦ ποιῆσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων ἀκύρους· εἶναι γὰρ καὶ κατὰ τῶν Λακεδαιμονίων μεγάλας καὶ ἀδίκους ἀποφάσεις τῶν Ἀμφικτυόνων.
首先,他前往斯巴达,秘密地与拉acedaemonian人的国王阿基达马斯交谈,指出使近邻同盟的判决无效的斗争对他来说也是共同的;因为近邻同盟对拉acedaemonian人也有沉重而不公正的判决。
ἐδήλωσεν οὖν αὐτῷ διότι τοὺς Δελφοὺς καταλαβέσθαι διέγνωκε καὶ τῆς προστασίας ἐὰν ἐγκρατὴς γένηται τὰ δόγματα τῶν Ἀμφικτυόνων ἀκυρώσει.
因此,他向他表明,自己已决定占领德尔斐,如果他掌握了管理权,就将废除近邻同盟的法令。
§16.24.2ὁ δʼ Ἀρχίδαμος ἀποδεξάμενος τὸν λόγον φανερῶς μὲν κατὰ τὸ παρὸν οὐκ ἔφησε βοηθήσειν, λάθρᾳ δὲ πάντα συμπράξειν χορηγῶν καὶ χρήματα καὶ μισθοφόρους.
阿基达马斯接受了这一建议,表示目前他不会公开协助,但会秘密地提供资金和雇佣兵进行全力协助。
ὁ δὲ Φιλόμηλος παρὰ μὲν τούτου πεντεκαίδεκα τάλαντα λαβών, ἰδίᾳ δὲ προσθεὶς οὐκ ἐλάττω τούτων μισθοφόρους τε ξένους ἐμισθώσατο καὶ τῶν Φωκέων ἐπέλεξε χιλίους, οὓς ὠνόμασε πελταστάς.
菲洛梅洛斯从他那里得到了十五个塔兰同,并从自己私下里追加了不亚于此数的资金,雇佣了外国雇佣兵,并挑选了一千名福基斯人,称他们为轻盾兵。
§16.24.3ἀθροίσας δὲ στρατιωτῶν πλῆθος καὶ καταλαβόμενος τὸ μαντεῖον τούς τε Θρακίδας καλουμένους τῶν Δελφῶν ἐναντιουμένους ἀνεῖλε καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσε· τοὺς δʼ ἄλλους ὁρῶν καταπεπληγμένους παρεκάλει θαρρεῖν ὡς οὐδενὸς ἐσομένου περὶ αὐτοὺς δεινοῦ.
他聚集了大量士兵并占领了神谕所,杀死了被称为“色雷斯人”的反对他的德尔斐人,并没收了他们的财产;看到其他人惊恐万状,他鼓励他们鼓起勇气,称他们不会受到任何伤害。
§16.24.4διαβοηθείσης δὲ τῆς περὶ τὸ ἱερὸν καταλήψεως Λοκροὶ μὲν οἱ πλησίον οἰκοῦντες παραχρῆμα ἐστράτευσαν ἐπὶ τὸν Φιλόμηλον.
当占领神庙的消息传开后,住在附近的洛克里斯人立即出兵攻打菲洛梅洛斯。
γενομένης δὲ περὶ Δελφοὺς μάχης οἱ μὲν Λοκροὶ λειφθέντες καὶ πολλοὺς ἀποβαλόντες τῶν στρατιωτῶν ἔφυγον εἰς τὴν οἰκείαν, ὁ δὲ Φιλόμηλος ἐπαρθεὶς τῇ νίκῃ τὰς τῶν Ἀμφικτυόνων ἀποφάσεις ἔκ τε τῶν στηλῶν ἐξέκοψε καὶ τὰ περὶ τῶν καταδικῶν γράμματα κατέλυσεν, §16.24.5αὐτὸς δὲ διέδωκε λόγον ὡς οὔτε συλᾶν τὸ μαντεῖον διέγνωκεν οὔτʼ ἄλλην οὐδεμίαν παράνομον πρᾶξιν συντελεῖν βεβούλευται, τῆς δὲ προγονικῆς προστασίας ἀμφισβητῶν καὶ τὰς τῶν Ἀμφικτυόνων ἀδίκους ἀποφάσεις ἀκυρῶσαι βουλόμενος βοηθεῖν τοῖς πατρίοις νόμοις τῶν Φωκέων.
在德尔斐附近发生了一场战斗,洛克里斯人战败并损失了许多士兵,逃回了本国;而菲洛梅洛斯因胜利而受到鼓舞,从石碑上刮去了近邻同盟的判决,并废除了有关判决的记录,他自己则散布消息说,他既没有决定掠夺神谕所,也没有计划实施任何其他非法行为,而是争夺祖传的管理权,并希望废除近邻同盟不公正的判决,以维护福基斯人祖传的法律。

词汇与语法注释

  1. §16.24.1ὅτι κοινὸς ὁ ἀγών ἐστιν αὐτῷ — 与格的 αὐτῷ 指代前文的“拉acedaemonian人的国王阿基达马斯”。若指代说话者(菲洛梅洛斯)自身,通常会使用反身代词 ἑαυτῷ,因此此处解作“对他(阿基达马斯)而言也是共同的斗争”,以此强调双方在对抗近邻同盟判决上的共同利益。
  2. §16.24.3ὡς οὐδενὸς ἐσομένου περὶ αὐτοὺς δεινοῦ — 伴有连词 ὡς 的属格绝对结构,其中分词为将来时 ἐσομένου(主语为 οὐδενὸς ... δεινοῦ)。这一 ὡς 与将来时分词的结合,表达了主库主语(菲洛梅洛斯)向对方作出的主观保证或宣告,意为“声称/保证不会有任何灾祸临到他们”。
  3. §16.24.5βοηθεῖν τοῖς πατρίοις νόμοις — 在前半句的现在完成时直陈语气(διέγνωκεν, βεβούλευται)之后,夹杂了分词短语(ἀμφισβητῶν, βουλόμενος),随后在 διέδωκε λόγον 引导的间接陈述框架下,句法转入了不定式 βοηθεῖν。这是一种在长篇间接陈述中常见的句法混合(破格结构),用以表达他所声称的行动目的:“[事实上]是在维护祖传的法律”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.24.1-16.24.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.24.1-16.24.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。