§16.25.1οἱ δὲ Βοιωτοὶ συνελθόντες εἰς ἐκκλησίαν ἐψηφίσαντο βοηθεῖν τῷ μαντείῳ καὶ παραχρῆμα στρατιώτας ἐξέπεμψαν.
ボイオティア人たちは民会に集まり、神託所を援助することを決議し、直ちに兵士たちを派遣した。
τούτων δὲ πραττομένων ὁ Φιλόμηλος τεῖχός τε περιεβάλετο τῷ ἱερῷ καὶ μισθοφόρους ἤθροιζε πολλούς, ἀναβιβάσας τοὺς μισθοὺς καὶ ποιήσας ἡμιολίους, καὶ τῶν Φωκέων ἐπιλέγων τοὺς ἀρίστους κατέγραφε καὶ ταχὺ δύναμιν ἀξιόλογον ἤθροισεν·
これらのことが行われている間、フィロメロスは神殿の周囲に壁を築き、給与を引き上げて元の1.5倍にすることで多くの傭兵を集め、またフォキス人の中から最良の者を選抜して登録し、速やかに強力な軍勢を集めた。
οὐκ ἐλάττους γὰρ τῶν πεντακισχιλίων στρατιωτῶν ἔχων προεκάθητο τῶν Δελφῶν, φοβερὸς ὢν ἤδη τοῖς πολεμεῖν πρὸς αὐτὸν βουλομένοις.
というのも、彼は5000人を下らない兵士を率いてデルポイの前面に陣を構え、彼に対して戦おうとする者たちにとって、すでに恐るべき存在となっていたからである。
§16.25.2μετὰ δὲ ταῦτα στρατεύσας εἰς τὴν τῶν Λοκρῶν χώραν καὶ πολλὴν τῆς πολεμίας γῆς δῃώσας κατεστρατοπεδεύσατο πλησίον ποταμοῦ τινος ῥέοντος παρὰ φρούριον ὀχυρόν.
その後、彼はロクリス人の土地へと遠征し、敵地を広く略奪して、堅固な砦の傍らを流れる、ある川の近くに宿営した。
τούτῳ δὲ προσβολὰς ποιησάμενος καὶ μὴ δυνάμενος ἑλεῖν τῆς μὲν πολιορκίας ἀπέστη, πρὸς δὲ τοὺς Λοκροὺς συνάψας μάχην ἀπέβαλε τῶν στρατιωτῶν εἴκοσι καὶ τῶν νεκρῶν οὐ δυνηθεὶς κρατῆσαι τὴν ἀναίρεσιν αὐτῶν διὰ κήρυκος ᾐτήσατο.
彼はこの砦に攻撃を加えたが、攻略することができずに包囲を解き、ロクリス人たちと戦闘を交えて20人の兵士を失った。 そして、遺体を確保することができなかったため、伝令を通じてそれらの回収を要求した。
οἱ δὲ Λοκροὶ τὴν ἀναίρεσιν οὐ συγχωροῦντες ἀπόκρισιν ἔδωκαν ὅτι παρὰ πᾶσι τοῖς Ἕλλησι κοινὸς νόμος ἐστὶν ἀτάφους ῥίπτεσθαι τοὺς ἱεροσύλους.
しかし、ロクリス人たちは回収を認めず、すべてのギリシア人の間で、神殿略奪者は埋葬されずに投げ棄てられるのが共通の法であると返答した。
§16.25.3ὁ δὲ Φιλόμηλος χαλεπῶς φέρων τὸ συμβεβηκὸς συνῆψε μάχην τοῖς Λοκροῖς καὶ πᾶσαν εἰσενεγκάμενος φιλοτιμίαν ἀνεῖλέ τινας τῶν πολεμίων καὶ τῶν σωμάτων κυριεύσας ἠνάγκασε τοὺς Λοκροὺς ἀλλαγὴν ποιήσασθαι τῶν νεκρῶν.
フィロメロスはこの事態をひどく遺憾に思い、ロクリス人たちと戦闘を交え、ありったけの闘志を奮って敵の何人かを殺害し、その遺体を確保することで、ロクリス人たちに遺体の交換を行わざるを得なくした。
κρατῶν δὲ τῶν ὑπαίθρων καὶ πολλὴν πορθήσας τῆς Λοκρίδος ἐπανῆλθεν εἰς Δελφοὺς ἐμπεπληκὼς ὠφελείας τοὺς στρατιώτας.
彼は野戦で優勢を保ち、ロクリス地方の多くを略奪して、兵士たちを戦利品で満たしてデルポイへと帰還した。
μετὰ δὲ ταῦτα περὶ τοῦ πολέμου βουλόμενος χρήσασθαι τῷ μαντείῳ τὴν Πυθίαν ἠνάγκασεν ἀναβᾶσαν ἐπὶ τὸν τρίποδα δοῦναι τὸν χρησμόν.
その後、戦争に関して神託を求めようと望み、彼はピュティアを三脚台に上らせて、神託を与えるよう強制した。