Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.14.1-16.14.5

费莱僭主被刺与记录神圣战争的史家

第 522 段,共 723 段 · 希腊语

内容简介

记述了费莱僭主亚历山大被刺杀与塞萨利的局势变化,以及记录了神圣战争的多位历史学家的著作起止范围。

§16.14.1κατὰ δὲ τὴν Ἑλλάδα Ἀλέξανδρος ὁ Φερῶν τύραννος ὑπὸ τῆς ἰδίας γυναικὸς Θήβης καὶ τῶν ταύτης ἀδελφῶν Λυκόφρονος καὶ Τισιφόνου ἐδολοφονήθη.
在希腊,费莱的僭主亚历山大被他自己的妻子德贝以及她的兄弟吕科弗龙和蒂西福诺斯刺杀。
οὗτοι δὲ τὸ μὲν πρῶτον ὡς τυραννοκτόνοι μεγάλης ἐτύγχανον ἀποδοχῆς, ὕστερον δὲ μετανοήσαντες καὶ τοὺς μισθοφόρους χρήμασι πείσαντες ἀνέδειξαν ἑαυτοὺς τυράννους καὶ πολλοὺς μὲν τῶν ἀντιπραττομένων ἀνεῖλον, κατασκευασάμενοι δὲ τὴν δύναμιν ἀξιόλογον βίᾳ κατεῖχον τὴν ἀρχήν.
他们最初作为弑僭主者受到了极大的欢迎,但后来他们改变了主意,用金钱说服了雇佣兵,宣布自己为僭主,杀害了许多反对他们的人,并在建立起相当规模的势力后,用武力维持统治。
§16.14.2οἱ δʼ Ἀλευάδαι καλούμενοι παρὰ τοῖς Θετταλοῖς, διʼ εὐγένειαν δὲ ἀξίωμα ἔχοντες περιβόητον ἀντεπράττοντο τοῖς τυράννοις.
在塞萨利人中被称为阿勒乌阿斯家族的人,因出身高贵而享有盛名,他们反对这些僭主。
οὐκ ὄντες δὲ καθʼ ἑαυτοὺς ἀξιόμαχοι προσελάβοντο Φίλιππον σύμμαχον τὸν Μακεδόνων βασιλέα.
由于他们凭自身力量不足以抗衡,便拉拢了马其顿国王腓力作为盟友。
οὗτος δὲ παρελθὼν εἰς τὴν Θετταλίαν κατεπολέμησε τοὺς τυράννους καὶ ταῖς πόλεσιν ἀνακτησάμενος τὴν ἐλευθερίαν μεγάλην εὔνοιαν εἰς τοὺς Θετταλοὺς ἐνεδείξατο· διόπερ ἐν ταῖς μετὰ ταῦτα πράξεσιν ἀεὶ συναγωνιστὰς ἔσχεν οὐ μόνον αὐτός, ἀλλὰ καὶ μετὰ ταῦτα ὁ υἱὸς Ἀλέξανδρος.
腓力进入塞萨利后,击败了僭主,为各城市收复了自由,对塞萨利人表现出了极大的好意;因此,在随后的行动中,不仅他自己,甚至后来他的儿子亚历山大,也始终得到他们作为共同奋斗者。
§16.14.3τῶν δὲ συγγραφέων Δημόφιλος μὲν ὁ Ἐφόρου τοῦ ἱστοριογράφου υἱὸς τὸν παραλειφθέντα πόλεμον ὑπὸ τοῦ πατρός, ὀνομασθέντα δὲ ἱερόν, συντεταγμένος ἐντεῦθεν ἦρκται ἀπὸ τῆς καταλήψεως τοῦ ἐν Δελφοῖς ἱεροῦ καὶ τῆς συλήσεως τοῦ μαντείου ὑπὸ Φιλομήλου τοῦ Φωκέως· ἐγένετο δʼ ὁ πόλεμος οὗτος ἔτη ἕνδεκα ἕως τῆς φθορᾶς τῶν διανειμαμένων τὰ ἱερὰ χρήματα.
在历史学家中,历史学家埃福鲁斯之子德莫菲卢斯,撰写了其父遗漏的、被称为“神圣战争”的战争史,其叙述正是从这里开始,即从福基斯人菲洛梅卢斯占领德尔斐神殿和掠夺神谕所开始;这场战争持续了十一年,直到那些瓜分神圣资金的人灭亡为止。
§16.14.4Καλλισθένης δὲ τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἱστορίαν γέγραφεν ἐν βύβλοις δέκα καὶ κατέστροφεν εἰς τὴν κατάληψιν τοῦ ἱεροῦ καὶ παρανομίαν Φιλομήλου τοῦ Φωκέως· §16.14.5Δίυλλος δʼ ὁ Ἀθηναῖος ἦρκται τῆς ἱστορίας ἀπὸ τῆς ἱεροσυλήσεως καὶ γέγραφε βύβλους εἴκοσι καὶ ἕξ, συμπεριλαβὼν πάσας τὰς ἐν τοῖς χρόνοις τούτοις γενομένας πράξεις περί τε τὴν Ἑλλάδα καὶ τὴν Σικελίαν.
卡利斯提尼则用十卷书写了希腊事务的历史,并以神殿的被占领和福基斯人菲洛梅卢斯的违法行为结束;雅典人迪伊卢斯的历史则从这场亵渎神殿的行为开始写起,共写了二十六卷,包罗了这一时期在希腊和西西里所发生的所有事件。

词汇与语法注释

  1. 16.14.3τὸν παραλειφθέντα πόλεμον ὑπὸ τοῦ πατρός — 被动分词 `παραλειφθέντα`(被遗留的、未予叙述的)修饰 `πόλεμον`。指其父埃福鲁斯在其历史著作中未能涵盖或遗留下来的神圣战争,由其子德莫菲卢斯予以补写。
  2. 16.14.3συντεταγμένος — 完成时中动/被动分词 `συντεταγμένος` 为主格阳性单数,与主语 `Δημόφιλος` 一致。此处具有中动语态的含义,表示“在编纂/整理了(历史)之后”。
  3. 16.14.4κατέστροφεν — 动词 `καταστρέφω` 的完成时主动式,此处作不及物或反身性使用,意为“结束”或“收尾”,表明卡利斯提尼将其历史叙述终结于神殿被占领的事件。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.14.1-16.14.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.14.1-16.14.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。