Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.13.1-16.13.3

迪奥尼修斯求和与防壁完工

第 521 段,共 723 段 · 希腊语

内容简介

迪奥尼修斯隆重安葬战死者并向叙拉古求和,但狄翁故意拖延时间以建完防壁,随后提出苛刻的条件。迪奥尼修斯遂转而寻求谷物供应并密谋报复,但其补给遭到叙拉古海军的拦截。

§16.13.1μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐπταικὼς καὶ τὴν δυναστείαν ἀπογινώσκων ἤδη ἐν μὲν ταῖς ἀκροπόλεσιν ἀπέλιπε φρουρὰς ἀξιολόγους, αὐτὸς δὲ τοὺς τετελευτηκότας, ὀκτακοσίους ὄντας, λαβὼν τὴν ἀναίρεσιν αὐτῶν ἔθαψε λαμπρῶς, χρυσοῖς μὲν στεφάνοις ἐστεφανωμένους, πορφυρίσι δὲ καλαῖς περιβεβλημένους· ἤλπιζε γὰρ διὰ τῆς τούτων σπουδῆς προτρέψεσθαι τοὺς ἄλλους εἰς τὸ προθύμως κινδυνεύειν ὑπὲρ τῆς τυραννίδος· τοὺς δʼ ἀνδραγαθήσαντας μεγάλαις δωρεαῖς ἐτίμησε.
此后,迪奥尼修斯遭受挫败,已对自己的统治权感到绝望,但他仍在各卫城留下了相当数量的守军,而他自己则在获准收回战死者(共计八百人)的遗体后,将他们隆重安葬,为他们戴上金冠,并裹上美丽的紫袍;因为他希望通过对这些人的厚葬,能激励其余的人为了僭主政权而甘愿冒险;对那些表现勇敢的人,他则赠予重礼以示表彰。
πρὸς δὲ τοὺς Συρακοσίους διεπέμπετο περὶ διαλύσεων.
同时,他向叙拉古人派出使者商讨和解。
§16.13.2ὁ δὲ Δίων περὶ μὲν τῶν πρεσβειῶν αἰεί τινας εὐλόγους προφάσεις ποριζόμενος ἀνεβάλλετο, ἐν τοσούτῳ δὲ τὸ λοιπὸν τοῦ τείχους κατασκευάσας μεθʼ ἡσυχίας τότε τὰς πρεσβείας μετεπέμπετο, κατεστρατηγηκὼς τοὺς πολεμίους ταῖς τῆς εἰρήνης ἐλπίσιν.
然而,狄翁在关于使团的交涉上,总是寻找各种合理的借口予以拖延,在此期间,他在平静中建完了其余的防壁,随后才召见使团,利用对和平的期望在策略上战胜了敌人。
γενομένων δὲ λόγων περὶ συλλύσεων ὁ Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυσιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων.
在举行关于和解的谈判时,狄翁回答使者说,只有一种和解方式,那就是如果僭主放弃僭主统治,并希望获得某些荣誉。
ὁ δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακοσίους ἀμύνασθαι.
但迪奥尼修斯因这一回答极为傲慢,便召集了他的将领,商议该如何报复叙拉古人。
§16.13.3πάντων δʼ εὐπορῶν πλὴν σίτου καὶ θαλαττοκρατῶν ἐλῄστευε τὴν χώραν καὶ τὰς τροφὰς ἐκ τῶν προνομῶν κακῶς ποριζόμενος ἐξαπέστειλε ναῦς φορτίδας καὶ χρήματα πρὸς τὸν τοῦ σίτου καταγορασμόν.
尽管除了谷物之外他样样不缺,并且控制着海权,四处劫掠乡间,通过抢劫艰难地筹集粮食,但他还是派出了商船和资金去采购谷物。
οἱ δὲ Συρακόσιοι ναῦς μακρὰς πολλὰς ἔχοντες καὶ κατὰ τοὺς εὐκαίρους τόπους ἐπιφαινόμενοι πολλὴν τῆς ὑπὸ τῶν ἐμπόρων κομιζομένης ἀγορᾶς παρῃροῦντο.
然而,叙拉古人拥有许多战船,并在有利的地点出现,截获了商人运来的大量物资。
καὶ τὰ μὲν περὶ τὰς Συρακούσσας ἐν τούτοις ἦν.
叙拉古一带的局势便处于这种状态。

词汇与语法注释

  1. 16.13.1τὴν ἀναίρεσιν — 在希腊军事语境中,指为安葬而“收回战死者遗体”,通常由战败方向战胜方在停战协定下提出申请。
  2. 16.13.1τούτων — 宾格性属格,修饰名词 σπουδῆς(热忱、关怀),理解为“对他们(战死者)的关怀与厚待”。
  3. 16.13.2κατεστρατηγηκὼς — 完成时分词。表示在主动词 μετεπέμπετο(召见)之前,狄翁利用对和平的期盼“已经战胜/欺骗了”敌人的完成状态和优势。
  4. 16.13.2μίαν εἶναι σύλλυσιν — 接在动词 ἀπεκρίθη(回答)后的间接引语不定式结构。它与条件从句 ἐὰν ... βούληται(如果他希望)共同构成条件句的结论部分。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.13.1-16.13.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.13.1-16.13.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。