§16.15.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἐλπίνου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον Λαινάτην καὶ Γναῖον Μαιμίλιον Ἰμπεριῶσον, Ὀλυμπιὰς δʼ ἤχθη ἕκτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πῶρος Μαλιεύς.
在雅典执政官埃尔皮尼斯任内,罗马人任命马尔库斯·波皮利乌斯·莱纳斯与盖乌斯·梅米利乌斯·因佩里奥苏斯为执政官。 此时举行了第一百零六届奥林匹亚竞技会,在这届比赛中,马利亚人波罗斯赢得了短跑比赛。
ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἰταλίαν ἠθροίσθη περὶ τὴν Λευκανίαν πλῆθος ἀνθρώπων πανταχόθεν μιγάδων, πλείστων δὲ δούλων δραπετῶν.
在这些人的任期内,在意大利,各种各样从各地来的混杂人群,其中大多是逃亡奴隶,在卢卡尼亚一带聚集起来。
οὗτοι δὲ τὸ μὲν πρῶτον λῃστρικὸν ἐνεστήσαντο βίον καὶ διὰ τὴν ἐν ταῖς ἀγραυλίαις καὶ καταδρομαῖς συνήθειαν ἔσχον τριβὴν καὶ μελέτην τῶν κατὰ πόλεμον ἔργων· διὸ καὶ τοῖς πολεμικοῖς ἀγῶσι προτεροῦντες τῶν ἐγχωρίων εἰς αὔξησιν ἀξιολογωτέραν κατέστησαν.
他们起初过着强盗般的生活,并通过在野外露宿和突袭中的习惯,获得了军事行动的熟练技能与锻炼;因此在军事斗争中,他们比当地居民更占优势,从而获得了更显著的壮大。
§16.15.2καὶ πρῶτον μὲν Τέριναν πόλιν ἐκπολιορκήσαντες διήρπασαν, ἔπειτα Ἱππώνιον καὶ Θουρίους καὶ πολλὰς ἄλλας χειρωσάμενοι κοινὴν πολιτείαν συνέθεντο καὶ προσηγορεύθησαν Βρέττιοι διὰ τὸ πλείστους εἶναι δούλους·
他们首先攻陷并掠夺了特里纳城,随后征服了希波尼乌姆、图里伊及其他许多城市,建立起共同的政体,并因其中大多数是奴隶而被称为“布雷蒂”人。
κατὰ γὰρ τὴν τῶν ἐγχωρίων διάλεκτον οἱ δραπέται βρέττιοι προσηγορεύοντο.
因为在当地居民的方言中,逃亡者被称为“布雷蒂”。
τὸ μὲν οὖν τῶν Βρεττίων πλῆθος οὕτω συνέστη κατὰ τὴν Ἰταλίαν.
意大利的布雷蒂人群体便是这样形成的。