§16.14.1κατὰ δὲ τὴν Ἑλλάδα Ἀλέξανδρος ὁ Φερῶν τύραννος ὑπὸ τῆς ἰδίας γυναικὸς Θήβης καὶ τῶν ταύτης ἀδελφῶν Λυκόφρονος καὶ Τισιφόνου ἐδολοφονήθη.
ギリシアにおいては、フェライの僭主アレクサンドロスが、彼自身の妻テベと、彼女の兄弟たちであるリュコフロンおよびティシフォノスによって暗殺された。
οὗτοι δὲ τὸ μὲν πρῶτον ὡς τυραννοκτόνοι μεγάλης ἐτύγχανον ἀποδοχῆς, ὕστερον δὲ μετανοήσαντες καὶ τοὺς μισθοφόρους χρήμασι πείσαντες ἀνέδειξαν ἑαυτοὺς τυράννους καὶ πολλοὺς μὲν τῶν ἀντιπραττομένων ἀνεῖλον, κατασκευασάμενοι δὲ τὴν δύναμιν ἀξιόλογον βίᾳ κατεῖχον τὴν ἀρχήν.
彼らは最初、僭主殺害者として大いなる歓迎を受けたが、後には考えを変え、また傭兵たちを金で懐柔して、自分たちを僭主として宣言し、反対する多くの人々を殺害し、相当な軍事力を整えて、力によって支配権を握り続けた。
§16.14.2οἱ δʼ Ἀλευάδαι καλούμενοι παρὰ τοῖς Θετταλοῖς, διʼ εὐγένειαν δὲ ἀξίωμα ἔχοντες περιβόητον ἀντεπράττοντο τοῖς τυράννοις.
テッサリア人の間でアレイアダイと呼ばれる者たちは、その高貴な家柄ゆえに名高い名声を有していたが、僭主たちに対抗した。
οὐκ ὄντες δὲ καθʼ ἑαυτοὺς ἀξιόμαχοι προσελάβοντο Φίλιππον σύμμαχον τὸν Μακεδόνων βασιλέα.
彼らは自分たちだけでは十分な戦闘力を持っていなかったため、マケドニア人の王フィリッポスを同盟者として招き入れた。
οὗτος δὲ παρελθὼν εἰς τὴν Θετταλίαν κατεπολέμησε τοὺς τυράννους καὶ ταῖς πόλεσιν ἀνακτησάμενος τὴν ἐλευθερίαν μεγάλην εὔνοιαν εἰς τοὺς Θετταλοὺς ἐνεδείξατο·
彼はテッサリアに入り、僭主たちを打ち破り、諸都市に自由を回復させて、テッサリア人に対して大いなる好意を示した。
διόπερ ἐν ταῖς μετὰ ταῦτα πράξεσιν ἀεὶ συναγωνιστὰς ἔσχεν οὐ μόνον αὐτός, ἀλλὰ καὶ μετὰ ταῦτα ὁ υἱὸς Ἀλέξανδρος.
それゆえ、その後の活動において、彼自身だけでなく、後には彼の息子アレクサンドロスも、常に彼らを共闘者として得ることになった。
§16.14.3τῶν δὲ συγγραφέων Δημόφιλος μὲν ὁ Ἐφόρου τοῦ ἱστοριογράφου υἱὸς τὸν παραλειφθέντα πόλεμον ὑπὸ τοῦ πατρός, ὀνομασθέντα δὲ ἱερόν, συντεταγμένος ἐντεῦθεν ἦρκται ἀπὸ τῆς καταλήψεως τοῦ ἐν Δελφοῖς ἱεροῦ καὶ τῆς συλήσεως τοῦ μαντείου ὑπὸ Φιλομήλου τοῦ Φωκέως·
一方、歴史家たちの中では、歴史家エポロスの息子デモフィロスが、父によって書き残され、神聖戦争と名付けられた戦争についてまとめ、ここ、すなわちフォキス人ピロメロスによるデルポイの神殿の占拠と神託所の略奪から叙述を始めている。
ἐγένετο δʼ ὁ πόλεμος οὗτος ἔτη ἕνδεκα ἕως τῆς φθορᾶς τῶν διανειμαμένων τὰ ἱερὰ χρήματα.
この戦争は、神聖な資金を分配した者たちが滅び去るまで、十一年にわたって続いた。
§16.14.4Καλλισθένης δὲ τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἱστορίαν γέγραφεν ἐν βύβλοις δέκα καὶ κατέστροφεν εἰς τὴν κατάληψιν τοῦ ἱεροῦ καὶ παρανομίαν Φιλομήλου τοῦ Φωκέως·
また、カリステネスはギリシアの歴史を十巻で著し、神殿の占拠とフォキス人ピロメロスの不法行為をもってその記述を終えている。
§16.14.5Δίυλλος δʼ ὁ Ἀθηναῖος ἦρκται τῆς ἱστορίας ἀπὸ τῆς ἱεροσυλήσεως καὶ γέγραφε βύβλους εἴκοσι καὶ ἕξ, συμπεριλαβὼν πάσας τὰς ἐν τοῖς χρόνοις τούτοις γενομένας πράξεις περί τε τὴν Ἑλλάδα καὶ τὴν Σικελίαν.
アテナイ人ディウロスは、その歴史をこの神殿略奪から書き始め、二十六巻を著し、この時代にギリシアおよびシケリアの周辺で起こったすべての出来事を網羅した。