§15.94.1κατὰ δὲ τὴν Πελοπόννησον τοῖς Ἀρκάσι γενομένης εἰρήνης κοινῆς μετὰ τὴν ἐν Μαντινείᾳ μάχην, ἐνιαυτὸν μόνον ἐμμείναντες τοῖς ὅρκοις πάλιν κατέστησαν τὸν πόλεμον.
在伯罗奔尼撒,尽管在曼丁尼亚战役之后阿卡迪亚人之间达成了共同和平,但他们仅遵守了一年的誓言,便再次陷入战争。
ἐν μὲν γὰρ τοῖς ὅρκοις ἦν γεγραμμένον ἑκάστους εἰς τὴν ἑαυτῶν ἀπιέναι πατρίδα μετὰ τὴν μάχην, εἰς δὲ τὴν Μεγάλην πόλιν ὑπῆρχον αἱ περιοικοῦσαι πόλεις μετῳκισμέναι καὶ δυσχερῶς φέρουσαι τὴν ἐκ τῆς πατρίδος μετάστασιν.
因为誓言中规定,战后每个人都应返回自己的故国,然而周边城市的居民此前已被迁往美加洛波利斯,他们对离开故土感到难以忍受。
διόπερ αὐτῶν ἐπανελθόντων εἰς τὰς προγεγενημένας πόλεις, οἱ Μεγαλοπολῖται συνηνάγκαζον ἐκλιπεῖν τὰς πατρίδας.
因此,当他们回到先前存在的城市时,美加洛波利斯人强迫他们离开自己的故土。
§15.94.2διὰ δὲ ταύτην τὴν αἰτίαν γενομένης διαφορᾶς, οἱ μὲν ἐκ τῶν πολισμάτων ἠξίουν αὐτοῖς βοηθεῖν Μαντινεῖς καὶ τῶν ἄλλων Ἀρκάδων τινάς, ἔτι δὲ Ἠλείους καὶ τοὺς ἄλλους τοὺς μετεσχηκότας τοῖς Μαντινεῦσι συμμαχίας·
由于这个原因引发了争端,小城镇的居民请求曼丁尼亚人、其他部分阿卡迪亚人,以及伊利斯人和参与了曼丁尼亚人同盟的其他人员来援助他们。
οἱ δὲ Μεγαλοπολῖται τοὺς Θηβαίους παρεκάλουν συμμαχεῖν.
另一方面,美加洛波利斯人请求底比斯人进行结盟协助。
οἷς ἀπέστειλαν συντόμως ὁπλίτας μὲν τρισχιλίους, ἱππεῖς δὲ τριακοσίους, ὧν τὴν στρατηγίαν εἶχε Παμμένης.
底比斯人迅速向他们派遣了三千名重装步兵和三百名骑兵,由帕梅内斯担任指挥官。
§15.94.3οὗτος δὲ παρελθὼν εἰς Μεγάλην πόλιν, καὶ τῶν πολισμάτων ἃ μὲν ἐκπορθήσας, ἃ δὲ καταπληξάμενος, συνηνάγκασεν εἰς τὴν Μεγάλην πόλιν μετοικῆσαι.
帕梅内斯到达美加洛波利斯后,攻陷了部分小城镇,并威慑了其他城镇,强迫居民迁往美加洛波利斯。
καὶ τὰ μὲν περὶ τὸν συνοικισμὸν τῶν πόλεων ἐπὶ τοσοῦτο ταραχῆς ἐλθόντα ἔτυχεν ἐνδεχομένης καταστολῆς.
如此,关于城市合并的混乱虽然达到了这般地步,但也得到了可能的平息。
§15.94.4τῶν δὲ συγγραφέων Ἀθάνας ὁ Συρακόσιος τῶν περὶ Δίωνα πράξεων ἐντεῦθεν ἀρξάμενος ἔγραψε μὲν βύβλους τρισκαίδεκα, προανέλαβε δὲ τὸν ἄγραφον χρόνον ἐτῶν ἑπτὰ ἀπὸ τῆς Φιλίστου συντάξεως ἐν μιᾷ βύβλῳ, καὶ διελθὼν τὰς πράξεις ἐν κεφαλαίοις συνεχῆ τὴν ἱστορίαν ἐποίησεν.
在历史学家中,叙拉古的阿塔纳斯从这里开始撰写关于迪翁事迹的历史,共写了十三卷,但他首先在一卷中补记了自菲利斯托斯著作结束以来未被记录的七年空白期,并在概述了这些事件后,使其成为一部连续的历史。