Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.93.1-15.93.6

阿格西劳斯在埃及的胜利与去世

第 505 段,共 723 段 · 希腊语

内容简介

记述波斯国王去世与奥科斯继位,阿格西劳斯通过军事策略击败内克塔内博的叛乱并帮塔科斯复位,以及阿格西劳斯在回国途中的去世。

§15.93.1μετʼ ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι·
不久之后,波斯国王在统治了四十三年后去世,由改名为阿尔塔薛西斯的奥科斯继承了王位,他统治了二十三年。
τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον.
因为阿尔塔薛西斯统治得极好,且完全爱好和平、成就斐然,所以人们改变了他之后统治者的名字,并命令他们使用他的称号。
§15.93.2τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν Ἀγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι.
当国王塔科斯回到阿格西劳斯及其随从身边时,内克塔内博聚集了十万多名士兵,前来攻打塔科斯,并挑战他以争夺王位。
ὁ μὲν οὖν Ἀγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν· τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας· οὐ προσέχοντος δʼ αὐτοῦ συνηναγκάσθη μετʼ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη.
阿格西劳斯看到国王惊恐万分、不敢冒险,便劝他要勇敢,因为获得胜利的不是人数占优的人,而是武勇杰出的人;但由于塔科斯不听劝告,阿格西劳斯被迫与他一同撤退到一座相当大的城市。
§15.93.3οἱ δʼ Αἰγύπτιοι τὸ πρῶτον ἐπολιόρκουν τοὺς συγκεκλεισμένους· ἐπεὶ δὲ πολλοὺς ἐν ταῖς τειχομαχίαις ἀπέβαλον, τείχει καὶ τάφρῳ περιελάμβανον τὴν πόλιν.
起初,埃及人包围了被困在城内的人;但当他们在攻城战中损失惨重后,便开始用城墙和壕沟将城市圈围起来。
ταχὺ δὲ τῶν ἔργων συντελουμένων διὰ τὴν πολυχειρίαν, καὶ τῶν ἐπιτηδείων ἐξαναλωθέντων, ὁ μὲν Ταχὼς ἀπέγνω τὴν σωτηρίαν, ὁ δὲ Ἀγησίλαος παρακαλέσας τοὺς στρατιώτας, καὶ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, διέσωσεν ἅπαντας τοὺς στρατιώτας ἀνελπίστως.
由于人手众多,工程迅速竣工,且粮食消耗殆尽,塔科斯放弃了生还的希望,但阿格西劳斯鼓舞了士兵,并在夜间袭击了敌人,出乎意料地解救了所有士兵。
§15.93.4ἐπιδιωξάντων δὲ τῶν Αἰγυπτίων καὶ τῶν τόπων ὄντων πεδινῶν, οἱ μὲν Αἰγύπτιοι διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν, ὁ δὲ Ἀγησίλαος καταλαβόμενος τόπον, ὃς εἶχεν ἐξ ἑκατέρου μέρους διώρυγα ποταμοῦ χειροποίητον, ὑπέμενε τὴν τῶν πολεμίων ἔφοδον.
当埃及人进行追击且该地地形平坦时,埃及人以为可以凭人数优势包围敌人并将其彻底斩尽杀绝,但阿格西劳斯占领了一个两侧都有人工开凿的运河的地方,静待敌人的进攻。
§15.93.5ἐκτάξας δὲ τὴν δύναμιν οἰκείως τοῖς τόποις, καὶ τοῖς τοῦ ποταμοῦ ῥείθροις ὀχυρώσας τὴν στρατιάν, συνῆψε μάχην.
他根据地形妥善部署了军队,并利用河水保护军阵,随后交战。
τοῦ δὲ πλήθους τοῖς Αἰγυπτίοις ἀχρήστου γενομένου, ταῖς ἀρεταῖς προέχοντες οἱ Ἕλληνες πολλοὺς μὲν ἀπέκτειναν τῶν Αἰγυπτίων, τοὺς δὲ λοιποὺς φεύγειν ἠνάγκασαν.
由于人数优势对埃及人变得毫无用处,而在勇武上占优的希腊人杀死了许多埃及人,并迫使其余的人逃跑。
§15.93.6μετὰ δὲ ταῦτα ὁ μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατʼ Αἴγυπτον βασιλείαν, ὁ δʼ Ἀγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς.
在此之后,塔科斯轻易地夺回了埃及的王位,而阿格西劳斯因被视为独自重整王位之人,获得了相应的礼物。
ἐπανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς.
但在通过基rene(基利奈)返回祖国的途中,他去世了,其遗体被浸在蜜糖中运往斯巴达,并获得了国王般的葬礼与荣耀。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
至此,亚洲的事情在这一年里便进展到这一地步。

词汇与语法注释

  1. 15.93.1τρία πρὸς τοῖς τετταράκοντα — πρὸς τοῖς τετταράκοντα 意为“在四十之上”,整体表示“四十三”。前置词 πρός 加上与格是表示数量相加的常用惯用语。
  2. 15.93.2τῆς γὰρ νίκης τυγχάνειν — 间接引语中的不定式用法。由于前面的动词 παρεκάλει(劝告)或作为阿格西劳斯所说内容的转述,不定式与表示原因的 γάρ 连用,解释其建议的理由。
  3. 15.93.4διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν — 由动词 διέλαβον(判定、认为)引导的“对格+不定式”结构。现在完成时被动不定式 κεκυκλῶσθαι 的逻辑主语是 τοὺς πολεμίους(敌人 [希腊人] 已被包围),而将来时主动不定式 ἀναιρήσειν 的逻辑主语则是主句的主语“埃及人”(在文中省略)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.93.1-15.93.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.93.1-15.93.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。