§15.92.1ἅμα δὲ τούτοις πραττομένοις Ῥεομίθρης, ὑπὸ τῶν ἀποστατῶν πεμφθεὶς εἰς Αἴγυπτον πρὸς Ταχὼ τὸν βασιλέα, καὶ λαβὼν ἀργυρίου μὲν τάλαντα πεντακόσια, ναῦς δὲ μακρὰς πεντήκοντα, κατέπλευσε τῆς Ἀσίας εἰς τὰς ὀνομαζομένας Λεύκας.
在这些事情发生的同时,雷奥米特雷斯被叛乱者派遣到埃及国王塔科斯那里,在获得五百塔兰特白银和五十艘战船后,乘船抵达亚洲一个被称为莱乌凯的地方。
εἰς δὲ ταύτην τὴν πόλιν μεταπεμψάμενος πολλοὺς τῶν ἀφεστηκότων ἡγεμόνας, τούτους μὲν συλλαβὼν καὶ δήσας ἀνέπεμψε πρὸς Ἀρταξέρξην, αὐτὸς δὲ ἀποστάτης γενόμενος ταῖς ἐκ τῆς προδοσίας δωρεαῖς διελύσατο τὰ πρὸς τὸν βασιλέα.
他把许多叛乱的领袖召集到这座城市,将他们逮捕并捆绑起来送往阿尔塔薛西斯处,而他自己则成了背叛叛军的人,用背叛所得的礼物修复了与国王的关系。
§15.92.2κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δʼ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους.
在埃及,国王塔科斯做好了战争准备,拥有两百艘装备奢华的三段桨战船、一万名来自希腊的精锐雇佣兵,此外还有八万名埃及步兵。
καὶ τῶν μὲν μισθοφόρων τὴν ἡγεμονίαν παρέδωκεν Ἀγησιλάῳ τῷ Σπαρτιάτῃ, ἀπεσταλμένῳ μὲν ὑπὸ Λακεδαιμονίων ἐπὶ συμμαχίαν μεθʼ ὁπλιτῶν χιλίων, δυναμένῳ δʼ ἡγεῖσθαι στρατιωτῶν καὶ διʼ ἀνδρείαν καὶ στρατηγικὴν σύνεσιν τεθαυμασμένῳ·
他把雇佣兵的指挥权交给了斯巴达人阿格西劳斯,后者是由拉刻代蒙人派遣,带着一千名重装步兵前来结盟的,他不仅有能力统帅士兵,而且因其英勇和在战略上的睿智而备受赞赏。
§15.92.3τοῦ δὲ ναυτικοῦ τὴν στρατηγίαν ἐνεχείρισε Χαβρίᾳ τῷ Ἀθηναίῳ, δημοσίᾳ μὲν ὑπὸ τῆς πατρίδος οὐκ ἀπεσταλμένῳ, ἰδίᾳ δὲ ὑπὸ τοῦ βασιλέως συστρατεύειν πεπεισμένῳ.
他又将舰队的指挥权托付给雅典人哈布里亚斯,哈布里亚斯并非由其祖国公派,而是受国王私人说服而共同参战的。
αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τὴν ἡγεμονίαν καὶ στρατηγὸς ὢν ἁπάσης τῆς δυνάμεως, Ἀγησιλάῳ μὲν συμβουλεύσαντι μένειν ἐπὶ τῆς Αἰγύπτου καὶ διὰ τῶν στρατηγῶν τὸν πόλεμον διοικεῖν οὐ προσέσχε καλῶς συμβουλεύοντι.
塔科斯自己掌握着埃及军队的指挥权,并担任全军的统帅,但他没有听从阿格西劳斯的有益建议,阿格西劳斯曾建议他留在埃及,通过将领们来主持战争。
τῆς γὰρ δυνάμεως προελθούσης πορρωτέρω καὶ περὶ Φοινίκην καταστρατοπεδευούσης, ὁ καθεσταμένος ἐπὶ τῆς Αἰγύπτου στρατηγὸς ἀπέστη ἀπὸ τοῦ βασιλέως, διαπεμψάμενος δὲ πρὸς τὸν υἱὸν Νεκτανεβώ, καὶ πείσας ἀντέχεσθαι τῆς ἐν Αἰγύπτῳ βασιλείας, μέγαν πόλεμον ἐξέκαυσεν·
因为当军队向前推进较远并在腓尼基附近设营时,被留守管理埃及的将领背叛了国王,并派人给他的儿子内克塔内博送信,说服他夺取埃及的王位,从而点燃了一场大战。
§15.92.4ὁ γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορκεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκάταινος γενόμενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμόνας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι.
因为内克塔内博已被国王任命为来自埃及的士兵的指挥官,并被从腓尼基派遣去包围叙利亚的城市,他赞同了父亲的企图,用礼物笼络将领,用许诺说服士兵,使他们成为自己的同盟军。
§15.92.5τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, ὁ μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς Ἀραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων·
最后,当埃及被叛乱者控制时,塔科斯惊恐万分,冒险穿过阿拉伯投奔国王,并请求宽恕他的过错。
ὁ δὲ Ἀρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου.
阿尔塔薛西斯不仅免除了他的罪名,还任命他为针对埃及人战争的将军。