Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §15.93.1-15.93.6

アゲシラオスのエジプトでの勝利と死

505 / 723 箇所 · ギリシア語

要旨

ペルシア王の死とオコスの即位、エジプトにおけるネクタネボスの反乱をアゲシラオスが軍略によって撃退してタコスを復位させたこと、および帰国途上でのアゲシラオスの死を記述する。

§15.93.1μετʼ ὀλίγον δὲ ὁ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος ὁ μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι·
その少し後、ペルシアの王が四十三年間統治した後に死去し、王位をオコスが継承し、彼はアルタクセルクセスと改名して、二十三年間統治した。
τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον.
というのも、アルタクセルクセスが立派に統治し、完全に平和的で成功に満ちていたため、人々は彼の後の王たちの名を改め、彼の呼び名を持つよう命じたからである。
§15.93.2τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν Ἀγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι.
一方、王タコスがアゲシラオスとその周囲の者たちのもとに戻ると、ネクタネボスは十万人を超える兵士を集めてタコスのもとへ押し寄せ、王位を賭けて決戦を行うよう挑んできた。
ὁ μὲν οὖν Ἀγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν·
そこでアゲシラオスは、王が恐怖に怯え、危険を冒す勇気がないのを見て、気力を奮い立たせるよう促した。
τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας·
勝利を手にするのは、数において勝る者たちではなく、武勇において傑出している者たちだからである。
οὐ προσέχοντος δʼ αὐτοῦ συνηναγκάσθη μετʼ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη.
しかし、王がこれに耳を貸さなかったため、彼は王とともに、ある大きな都市へと退却することを余余儀なくされた。
§15.93.3οἱ δʼ Αἰγύπτιοι τὸ πρῶτον ἐπολιόρκουν τοὺς συγκεκλεισμένους·
エジプト人たちは最初、閉じ込められた者たちを包囲攻撃した。
ἐπεὶ δὲ πολλοὺς ἐν ταῖς τειχομαχίαις ἀπέβαλον, τείχει καὶ τάφρῳ περιελάμβανον τὴν πόλιν.
しかし、城壁をめぐる戦闘で多くの者を失うと、彼らは城壁と堀で都市を包囲し始めた。
ταχὺ δὲ τῶν ἔργων συντελουμένων διὰ τὴν πολυχειρίαν, καὶ τῶν ἐπιτηδείων ἐξαναλωθέντων, ὁ μὲν Ταχὼς ἀπέγνω τὴν σωτηρίαν, ὁ δὲ Ἀγησίλαος παρακαλέσας τοὺς στρατιώτας, καὶ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, διέσωσεν ἅπαντας τοὺς στρατιώτας ἀνελπίστως.
人手が多いがゆえに工事が急速に完了し、また食糧が尽き果てたため、タコスは助かる見込みを諦めたが、アゲシラオスは兵士たちを鼓舞し、夜間に敵を襲撃して、思いがけない方法で兵士全員を救い出した。
§15.93.4ἐπιδιωξάντων δὲ τῶν Αἰγυπτίων καὶ τῶν τόπων ὄντων πεδινῶν, οἱ μὲν Αἰγύπτιοι διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν, ὁ δὲ Ἀγησίλαος καταλαβόμενος τόπον, ὃς εἶχεν ἐξ ἑκατέρου μέρους διώρυγα ποταμοῦ χειροποίητον, ὑπέμενε τὴν τῶν πολεμίων ἔφοδον.
エジプト人たちが追撃してきて、その場所が平坦な地であったため、エジプト人たちは、その多兵の力で敵を包囲し、一人残らず根絶やしにできると考えた。 しかしアゲシラオスは、両側に人工の運河がある場所を占拠し、敵の急襲を待ち受けた。
§15.93.5ἐκτάξας δὲ τὴν δύναμιν οἰκείως τοῖς τόποις, καὶ τοῖς τοῦ ποταμοῦ ῥείθροις ὀχυρώσας τὴν στρατιάν, συνῆψε μάχην.
彼は地形に適した形で軍勢を展開し、川の流れによって軍を堅固に守ると、戦闘を交えた。
τοῦ δὲ πλήθους τοῖς Αἰγυπτίοις ἀχρήστου γενομένου, ταῖς ἀρεταῖς προέχοντες οἱ Ἕλληνες πολλοὺς μὲν ἀπέκτειναν τῶν Αἰγυπτίων, τοὺς δὲ λοιποὺς φεύγειν ἠνάγκασαν.
エジプト人たちの多兵さは役に立たなくなり、武勇において勝るギリシア人たちは多くのエジプト人を殺害し、残りの者たちを敗走させた。
§15.93.6μετὰ δὲ ταῦτα ὁ μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατʼ Αἴγυπτον βασιλείαν, ὁ δʼ Ἀγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς.
この後、タコスは容易にエジプトの王位を取り戻し、アゲシラオスは、自らのみによって王位を成し遂げた者として、相応しい贈り物によって称えられた。
ἐπανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς.
しかし、キュレネを経由して祖国に帰還する途上で彼は亡くなり、その遺体は蜜に漬けられてスパルタへと運ばれ、王としての埋葬と栄誉を受けた。
καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
こうして、アジアにおける出来事は、この年に至るまでこのように推移した。

語釈・文法注

  1. 15.93.1τρία πρὸς τοῖς τετταράκοντα — πρὸς τοῖς τετταράκοντα は「40に加えて」を意味し、全体で「43」を表す。πρός + 与格は数詞を付加する際によく用いられる表現である。
  2. 15.93.2τῆς γὰρ νίκης τυγχάνειν — 間接話法における不定詞の用法。直前の παρεκάλει(促した)による間接話法、あるいはアゲシラオスが語った内容の伝達として、理由を説明する γάρ とともに不定詞が使われている。
  3. 15.93.4διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν — 動詞 διέλαβον(判断した、考えた)に導かれる対格不定詞構文。受動完了不定詞 κεκυκλῶσθαι の意味上の主語は τοὺς πολεμίους(敵が包囲されている)であり、未来能動不定詞 ἀναιρήσειν の意味上の主語は、主節の主語である「エジプト人たち」(文脈上省略)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §15.93.1-15.93.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.93.1-15.93.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。