§15.84.1πυθόμενος δὲ παρὰ τῶν αἰχμαλώτων ὅτι Μαντινεῖς πανδημεὶ πάρεισι βοηθοῦντες τοῖς Λακεδαιμονίοις, τότε μὲν ἀναχωρήσας μικρὸν ἀπὸ τῆς πόλεως κατεστρατοπέδευσεν·
当他从俘虏处得知曼提尼亚人已倾巢动员前去援助拉刻代蒙人时,当时便从城市退兵不远并安营扎寨。
παραγγείλας δὲ δειπνοποιεῖσθαι, καταλιπὼν τῶν ἱππέων τινάς, τούτοις μὲν παρήγγειλεν ἕως ἑωθινῆς φυλακῆς πυρὰ καίειν ἐν τῇ παρεμβολῇ, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀφορμήσας ἔσπευσεν ἄφνω προσπεσεῖν τοῖς ἀπολελειμμένοις ἐν τῇ Μαντινείᾳ.
他吩咐士兵准备晚餐,留下部分骑兵,并命令他们在营地里燃火直到黎明换岗,而他自己则率领主力出发,急行军企图突袭留在曼提尼亚的人。
§15.84.2τῇ δʼ ὑστεραίᾳ πολλὴν διανύσας ὁδὸν ἄφνω τοῖς Μαντινεῦσιν ἀνελπίστως ἐπέρραξεν, οὐ μὴν ἐκράτησε τῆς ἐπιβολῆς, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενος, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξως ἀπέβαλε τὴν νίκην.
次日,他走完了漫长的路程,突然且出其不意地向曼提尼亚人发起猛攻,然而,尽管他以将帅之才预见了一切,却未能实现这一企图,反而因遭遇运势作梗,意外地失去了胜利。
ἄρτι γὰρ αὐτοῦ πλησιάζοντος ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆς Μαντινείας οἱ πεμφθέντες ὑπὸ τῶν Ἀθηναίων στρατιῶται πρὸς τὴν συμμαχίαν, ὄντες ἑξακισχίλιοι, στρατηγὸν δʼ ἔχοντες Ἡγησίλεων, ἄνδρα τότε παρὰ τοῖς πολίταις ἐπαινουμένον.
因为正当他逼近那座空虚的城市时,雅典人派来结盟的六千名士兵,在当时深受公民赞誉的将军赫格西莱奥斯率领下,抵达了曼提尼亚的另一侧。
οὗτος δὲ τοὺς ἱκανοὺς εἰς τὴν πόλιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡς μάχῃ διακριθησόμενος.
赫格西莱奥斯将足够的人马引入城内,并将其他兵力列阵,摆出决一死战的架势。
§15.84.3εὐθὺς δὲ καὶ Λακεδαιμόνιοι καὶ Μαντινεῖς ἐπεφάνησαν, καὶ πρὸς τὴν τῶν ὅλων κρίσιν ἅπαντες κατεσκευάζοντο καὶ τοὺς πανταχόθεν συμμάχους μετεπέμποντο.
紧接着,拉刻代蒙人和曼提尼亚人也现身了,所有人都在为这决定乾坤的一战做准备,并从各处召集盟友。
§15.84.4τοῖς μὲν οὖν Μαντινεῦσιν ἐβοήθουν Ἠλεῖοι καὶ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ ἄλλοι τινές, ὧν ὁ σύμπας ἀριθμὸς ἦν πεζοὶ μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους· τοῖς δὲ Τεγεάταις συνεμάχουν οἱ πλεῖστοι καὶ κράτιστοι τῶν Ἀρκάδων καὶ Ἀχαιοὶ καὶ Βοιωτοὶ καὶ Ἀργεῖοι καί τινες ἕτεροι τῶν Πελοποννησίων καὶ τῶν ἔξωθεν συμμάχων, οἱ δὲ πάντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς τρισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν τρισχιλίων.
当时,前来援助曼提尼亚人的有伊利斯人、拉刻代蒙人、雅典人及其他一些人,他们的总人数为步兵两万余人,骑兵约二千人;而与特革亚人结盟的有阿卡迪亚人的绝大部分和最强者,以及亚该亚人、波奥蒂亚人、阿哥斯人、伯罗奔尼撒的其他一些人以及外部盟友,集结起来的总人数为步兵三万余人,骑兵不少于三千人。