§15.84.1πυθόμενος δὲ παρὰ τῶν αἰχμαλώτων ὅτι Μαντινεῖς πανδημεὶ πάρεισι βοηθοῦντες τοῖς Λακεδαιμονίοις, τότε μὲν ἀναχωρήσας μικρὸν ἀπὸ τῆς πόλεως κατεστρατοπέδευσεν·
捕虜たちからマンティネイア人が総出でラケダイモン人を援助するために来ていることを知ると、エパメイノンダスはその時は都市から少し退いて宿営した。
παραγγείλας δὲ δειπνοποιεῖσθαι, καταλιπὼν τῶν ἱππέων τινάς, τούτοις μὲν παρήγγειλεν ἕως ἑωθινῆς φυλακῆς πυρὰ καίειν ἐν τῇ παρεμβολῇ, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀφορμήσας ἔσπευσεν ἄφνω προσπεσεῖν τοῖς ἀπολελειμμένοις ἐν τῇ Μαντινείᾳ.
そして、夕食を用意するよう命じたのち、騎兵の一部を残し、彼らに対しては明け方の交代警備の時間まで陣営の中で火を焚き続けるよう命じた。 一方、彼自身は主力軍を率いて出発し、マンティネイアに残された人々を奇襲しようと急いだ。
§15.84.2τῇ δʼ ὑστεραίᾳ πολλὴν διανύσας ὁδὸν ἄφνω τοῖς Μαντινεῦσιν ἀνελπίστως ἐπέρραξεν, οὐ μὴν ἐκράτησε τῆς ἐπιβολῆς, καίπερ ἅπαντα τῇ στρατηγίᾳ προνοησάμενος, ἀλλὰ τὴν τύχην λαβὼν ἀντιπράττουσαν παραδόξως ἀπέβαλε τὴν νίκην.
そして翌日、長い道のりを踏破した彼は、突如、予期せぬ仕方でマンティネイアの人々に襲いかかったが、将帥としての才をもってすべてを見通していたにもかかわらず、企図を果たすことはできず、運命が彼に逆らうのを被って、思いがけず勝利を失った。
ἄρτι γὰρ αὐτοῦ πλησιάζοντος ἐρήμῳ τῇ πόλει κατήντησαν ἐπὶ θάτερα τῆς Μαντινείας οἱ πεμφθέντες ὑπὸ τῶν Ἀθηναίων στρατιῶται πρὸς τὴν συμμαχίαν, ὄντες ἑξακισχίλιοι, στρατηγὸν δʼ ἔχοντες Ἡγησίλεων, ἄνδρα τότε παρὰ τοῖς πολίταις ἐπαινουμένον.
というのも、彼が人のいなくなったその都市にまさに接近しようとしていた時、同盟のためにアテナイ人から派遣された六千の兵士たちが、当時市民の間で評価の高かったヘゲシレオスを将軍に戴いて、マンティネイアの反対側に到着したからである。
οὗτος δὲ τοὺς ἱκανοὺς εἰς τὴν πόλιν παρεισαγαγών, τὴν ἄλλην δύναμιν ἐξέταξεν ὡς μάχῃ διακριθησόμενος.
ヘゲシレオスは十分な数の兵を市内に導き入れ、残りの軍勢を、決戦に臨むかのように布陣させた。
§15.84.3εὐθὺς δὲ καὶ Λακεδαιμόνιοι καὶ Μαντινεῖς ἐπεφάνησαν, καὶ πρὸς τὴν τῶν ὅλων κρίσιν ἅπαντες κατεσκευάζοντο καὶ τοὺς πανταχόθεν συμμάχους μετεπέμποντο.
すると直ちにラケダイモン人とマンティネイア人も姿を現し、すべての者が天下の決戦に向けて準備を整え、各地から同盟軍を呼び寄せた。
§15.84.4τοῖς μὲν οὖν Μαντινεῦσιν ἐβοήθουν Ἠλεῖοι καὶ Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι καὶ ἄλλοι τινές, ὧν ὁ σύμπας ἀριθμὸς ἦν πεζοὶ μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ δισχιλίους·
さて、マンティネイア人には、エリス人、ラケダイモン人、アテナイ人、および他のいくつかの国が加勢しており、彼らの総数は歩兵二万人以上、騎兵約二千人であった。
τοῖς δὲ Τεγεάταις συνεμάχουν οἱ πλεῖστοι καὶ κράτιστοι τῶν Ἀρκάδων καὶ Ἀχαιοὶ καὶ Βοιωτοὶ καὶ Ἀργεῖοι καί τινες ἕτεροι τῶν Πελοποννησίων καὶ τῶν ἔξωθεν συμμάχων, οἱ δὲ πάντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς τρισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους τῶν τρισχιλίων.
一方、テゲア人には、アルカディア人の大部分と最も強力な者たち、ならびにアカイア人、ボイオティア人、アルゴス人、およびペロポネソス半島の他の人々、さらには外部の同盟者たちが味方しており、その全員を合わせると、歩兵三万人以上、騎兵三千人を下らなかった。