§15.85.1ἀμφοτέρων δὲ προθύμως συγκαταβάντων εἰς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα, καὶ διαταχθέντων τῶν στρατοπέδων, οἱ μὲν μάντεις σφαγιασάμενοι παρʼ ἀμφοτέροις ἀπεφαίνοντο τὴν νίκην ὑπὸ τῶν θεῶν προφαινομένην·
当双方都摩拳擦掌地投入这决定全局的战斗,且军队已列阵完毕时,双方的占卜师在举行祭祀后,宣布神明已预示了胜利。
§15.85.2κατὰ δὲ τὴν τάξιν Μαντινεῖς μὲν μετὰ τῶν ἄλλων Ἀρκάδων τὸ δεξιὸν ἐπεῖχον κέρας, ἔχοντες παραστάτας καὶ συναγωνιστὰς Λακεδαιμονίους, τούτοις δὲ συνεχεῖς ἦσαν Ἠλεῖοι καὶ Ἀχαιοί, καὶ τῶν ἄλλων οἱ καταδεέστεροι τὴν μέσην ἐπεῖχον τάξιν· τὸ δʼ εὐώνυμον κέρας ἀνεπλήρουν Ἀθηναῖοι.
至于阵型部署,曼提尼亚人与其他阿卡迪亚人一同占领右翼,以拉刻代蒙人为侧翼掩护者和并肩作战者;紧随其后的是伊利斯人和亚该亚人,其余较弱的部队占领中军;而左翼则由雅典人填补。
Θηβαῖοι δʼ αὐτοὶ μὲν ἐπὶ τὸ εὐώνυμον κέρας ἐτάχθησαν, παραστάτας ἔχοντες Ἀρκάδας, τὸ δὲ δεξιὸν παρέδωκαν Ἀργείοις· τὸ δὲ ἄλλο πλῆθος ἀνεπλήρου τὴν μέσην τάξιν, Εὐβοεῖς καὶ Λοκροὶ καὶ Σικυώνιοι, πρὸς δὲ τούτοις Μεσσήνιοι καὶ Μαλιεῖς καὶ Αἰνιᾶνες, ἔτι δὲ καὶ Θετταλοὶ καὶ οἱ λοιποὶ σύμμαχοι.
底比斯人自己被部署在左翼,以阿卡迪亚人为掩护者,而将右翼交给了阿哥斯人;其余的兵力则填补中军,包括尤波亚人、洛克里人、西库翁人,此外还有麦塞尼亚人、马利斯人、埃尼阿内斯人,以及塞萨利人和其余盟友。
τοὺς δʼ ἱππεῖς ἐφʼ ἑκατέρων τῶν κεράτων ἀμφότεροι διείλοντο.
双方都将骑兵分配在左右两翼。
§15.85.3τῶν δὲ στρατευμάτων τοῦτον τὸν τρόπον τεταγμένων, ὡς ἤδη πλησίον ὑπῆρχον ἀλλήλων, αἱ μὲν σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον, αἱ δὲ δυνάμεις ἠλάλαξαν καὶ τῷ μεγέθει τῆς βοῆς τὴν νίκην ἐσήμαινον.
军队以这种方式部署完毕,当他们已经彼此逼近时,号角吹响了战斗的信号,各军高呼战吼,以其排山倒海的呼喊声预示着胜利。
καὶ τὸ μὲν πρῶτον ἱππομαχίαν ἐν τοῖς κέρασι συνεστήσαντο, καθʼ ἣν ταῖς φιλοτιμίαις ἑαυτοὺς ὑπερεβάλοντο.
起初,他们在两翼展开了骑兵战,在交战中,他们出于好胜心而彼此超越。
§15.85.4οἱ μὲν γὰρ τῶν Ἀθηναίων ἱππεῖς τοῖς τῶν Θηβαίων ἐπελάσαντες ἠλαττοῦντο οὐχ οὕτω ταῖς τῶν ἵππων ἀρεταῖς οὐδὲ ταῖς ἰδίαις εὐψυχίαις οὐδὲ ταῖς κατὰ τὴν ἱππικὴν ἐμπειρίαις· ἐν γὰρ τούτοις ἅπασιν οὐκ ἦν καταδεέστερον τὸ τῶν Ἀθηναίων ἱππικόν· τῷ δὲ πλήθει καὶ τῇ παρασκευῇ τῶν ψιλῶν καὶ τῇ στρατηγικῇ συντάξει πολὺ τῶν ἐναντίων ἐλείποντο.
因为雅典骑兵在冲向底比斯骑兵时处于劣势,这倒并非由于马匹的素质,也非由于他们自身的勇气,亦非由于他们在骑术上的经验——因为在所有这些方面,雅典骑兵都不逊色——而是在数量、轻装步兵的装备以及战术组织上,他们远逊于对手。
αὐτοὶ μὲν οὖν ὀλίγους εἶχον ἀκοντιστάς, οἱ δὲ Θηβαῖοι τριπλασίους σφενδονήτας καὶ ἀκοντιστὰς τοὺς ἐκ τῶν περὶ τὴν Θετταλίαν τόπων ἀπεσταλμένους.
他们自己仅有少数标枪兵,而底比斯人则拥有三倍之多的投石兵和标枪兵,即那些从塞萨利周边地区派来的士兵。
§15.85.5οὗτοι περιττότερον ἐκ παίδων ζηλοῦντες τὴν ἐν τούτοις μάχην, μεγάλην ῥοπὴν ποιεῖν εἰώθεισαν ἐν ταῖς μάχαις διὰ τὴν ἐν τούτοις ἐμπειρίαν.
这些人从小就格外热衷于这方面的战斗,由于在这些技能上的丰富经验,他们习惯于在战斗中起到举足轻重的作用。
διόπερ οἱ Ἀθηναῖοι κατατιτρωσκόμενοι μὲν ὑπὸ τῶν ψιλικῶν, καταπονούμενοι δʼ ὑπὸ τῶν ἀνθεστηκότων, ἅπαντες ἐτράπησαν.
因此,雅典人一方面被轻装兵所伤,另一方面被眼前的对手所压制,全军溃败。
§15.85.6τὴν δὲ φυγὴν ἐκτὸς τῶν κεράτων ποιησάμενοι διωρθώσαντο τὴν ἧτταν· ἅμα μὲν γὰρ κατὰ τὴν ἀποχώρησιν οὐκ ἐτάραξαν τὴν ἰδίαν φάλαγγα, ἅμα δὲ περιπεσόντες Εὐβοεῦσι καὶ μισθοφόροις τισὶν ἀπεσταλμένοις ἐπὶ τὴν κατάληψιν τῶν πλησίον λόφων, συνάψαντες αὐτοῖς μάχην ἅπαντας ἀπέκτειναν.
但他们通过向翼侧外围撤退,挽回了败局:因为在退却时,他们既没有扰乱自己的方阵,同时又遭遇了被派去占领附近山丘的尤波亚人和部分雇佣兵,与他们交战并将他们全部歼灭。
§15.85.7οἱ δὲ τῶν Θηβαίων ἱππεῖς τοὺς μὲν φεύγοντας οὐκ ἐπεδίωξαν, ἐπὶ δὲ τὴν φάλαγγα τῶν ἀντιτεταγμένων ἐπελάσαντες ἐφιλοτιμοῦντο παραλλάξαι τοὺς πεζούς.
底比斯骑兵并没有追击逃跑的人,而是冲向对峙者的方阵,急于绕过步兵。
ἰσχυρᾶς δὲ μάχης γενομένης, καὶ τῶν Ἀθηναίων καταπονουμένων καὶ πρὸς φυγὴν ὁρμησάντων, ὁ τῶν Ἠλείων ἵππαρχος ἐπὶ τῆς οὐραγίας τεταγμένος ἐπεβοήθησε τοῖς φεύγουσι, καὶ πολλοὺς τῶν Βοιωτῶν καταβαλὼν παλίντροπον ἐποίησε τὴν μάχην.
激战展开,当雅典人支持不住并开始逃跑时,部署在后卫的伊利斯骑兵指挥官前来援助逃跑者,击倒了许多波奥蒂亚人,扭转了战局。
§15.85.8οἱ μὲν οὖν τῶν Ἠλείων ἱππεῖς τοῦτον τὸν τρόπον ἐπιφανέντες τῷ λαιῷ κέρατι τὸ γεγονὸς περὶ τοὺς συμμάχους ἐλάττωμα διωρθώσαντο· ἐπὶ δὲ θατέρου κέρατος ἐπιρραξάντων ἀλλήλοις τῶν ἱππέων βραχὺν χρόνον ἡ μάχη διέμεινεν ἰσόρροπος, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῶν Βοιωτῶν καὶ Θετταλῶν ἱππέων οἱ μετὰ τῶν Μαντινέων ὄντες ἐβιάσθησαν, καὶ συχνοὺς ἀποβαλόντες κατέφυγον πρὸς τὴν ἰδίαν φάλαγγα.
于是,伊利斯骑兵以这种方式出现在左翼,挽回了盟友所遭受的挫折;但在另一翼,骑兵们相互碰撞,战斗在短时间内保持均势,但在此之后,由于波奥蒂亚和塞萨利骑兵的人数和勇猛,与曼提尼亚人在一起的部队被击退,他们在损失惨重后逃回了自己的方阵。