Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.8.1-15.8.5

埃瓦戈拉斯的和谈与提里巴佐斯被捕

第 420 段,共 723 段 · 希腊语

内容简介

埃瓦戈拉斯返回塞浦路斯后面临围攻并寻求和解,但因提里巴佐斯提出严酷条件而未能达成一致;随后奥龙特斯向波斯国王密告提里巴佐斯,导致其被捕入狱。

§15.8.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δεξιθέου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον.
在雅典由德克西特乌斯担任执政官时,罗马人任命卢基乌斯·卢克雷蒂乌斯和塞尔维乌斯·苏尔皮基乌斯为执政官。
ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ Ἀκόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων.
在他们任内,萨拉米斯人的国王埃瓦戈拉斯从埃及来到塞浦路斯,带来了埃及国王阿科里斯所给的、少于预期的资金。
καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως.
发现萨拉米斯正遭到猛烈围攻,且被盟友们抛弃,他被迫派遣使者商讨和解事宜。
§15.8.2ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατʼ ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ.
拥有全局指挥权的提里巴佐斯表示同意和解,条件是埃瓦戈拉斯必须退出塞浦路斯的所有城市,仅作为萨拉米斯一地的国王,每年向波斯国王缴纳规定的贡赋,并像奴隶服从主人那样听从命令。
§15.8.3ὁ δʼ Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δʼ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι.
埃瓦戈拉斯虽然觉得这一条件十分苛刻,但还是同意了其他所有条款,唯独对于像奴隶服从主人那样听从命令这一条表示反对,并说自己应当作为国王臣属于国王。
οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, Ὀρόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν Ἀρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου.
由于提里巴佐斯不肯让步,另一位将军奥龙特斯嫉妒提里巴佐斯的名望,私下向阿尔塔薛西斯送去密信,控告提里巴佐斯。
§15.8.4κατηγόρει δʼ αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενος ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείας δὲ προσδέχεται παρʼ αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίας, ὁμοίως δὲ καὶ πρὸς Λακεδαιμονίους συντίθεται συμμαχίαν ἰδίᾳ, φίλος ὢν αὐτῶν· ὡς καὶ Πυθώδε τινὰς ἔπεμψεν ἐρησομένους τὸν θεὸν περὶ τῆς ἐπαναστάσεως, τὸ δὲ μέγιστον, ὅτι τοὺς ἡγεμόνας τῶν δυνάμεων ἰδίους εὐνοίαις κατασκευάζει, τιμαῖς καὶ δωρεαῖς, ἔτι δʼ ἐπαγγελίαις προσαγόμενος.
他指控他:第一,他明明能够攻克萨拉米斯,却不去完成,反而接受对方的使者并与之商讨共同行动;同样地,因为他是拉栖代梦人的朋友,所以正在私下与他们缔结盟约;甚至还派人去皮托就叛乱之事询问神谕;而最严重的是,他通过荣誉、礼物以及许诺,来拉拢各军指挥官,使其对自己感恩戴德,化为私党。
§15.8.5ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ Ὀρόντῃ συλλαβεῖν τὸν Τιρίβαζον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι.
国王读信后信以为真,写信给奥龙特斯,命他逮捕提里巴佐斯并送交自己。
οὗ πράξαντος τὸ προσταχθέν, ὁ μὲν Τιρίβαζος ἀναχθεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόθη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκετο τὰ περὶ τοῦ δικαστηρίου.
在奥龙特斯执行了命令后,提里巴佐斯被解送到国王面前,并要求获得审判,暂时被关押进监狱;此后,由于国王正与卡杜西人交战并推迟了审判,法庭之事便被拖延了下去。

词汇与语法注释

  1. 15.8.1τῶν προσδοκηθέντων — 跟在比较级形容词 `ἐλάττονα` 之后的比较属格,是中性复数分词的名词化,意为“所预料的事物”。
  2. 15.8.1καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην — 表示发现或察觉的动词 `καταλαμβάνω` 接现在分词(此处为被动语态的 `πολιορκουμένην`)作为宾语补足语,意为“发现萨拉米斯正遭到包围”。
  3. 15.8.3τὸ δʼ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον — 整个带冠词的不定式短语 `τὸ ... ποιεῖν` 用作及物动词 `ἀντέλεγεν`(反对)的直接宾语。
  4. 15.8.4ἐρησομένους — 将来时分词(源自 `ἔρομαι`)在表示运动的动词 `ἔπεμψεν` 之后表示目的,译作“为了询问”。
  5. 15.8.5οὗ πράξαντος τὸ προσταχθέν — 以关系代名词 `οὗ` 开始的属格独立结构。这里的关系代名词起到了指示代名词的连接作用,指代前句的人物(奥龙特斯)或行为,将该从句与前句紧密相连(“当他……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.8.1-15.8.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.8.1-15.8.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。