§15.8.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δεξιθέου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Λουκρήτιον καὶ Σερούιον Σουλπίκιον.
アテナイにおいてデクシテオスがアルコンであった時、ローマ人たちはルキウス・ルクレティウスとセルウィウス・スルピキウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Εὐαγόρας μὲν ὁ τῶν Σαλαμινίων βασιλεὺς ἧκεν εἰς Κύπρον ἐξ Αἰγύπτου, κομίζων χρήματα παρὰ Ἀκόριδος τοῦ βασιλέως Αἰγύπτου ἐλάττονα τῶν προσδοκηθέντων.
彼らの任期中に、サラミスの王エウアゴラスは、エジプトの王アコリスから予想していたよりも少ない資金を携えて、エジプトからキプロスへと戻った。
καταλαβὼν δὲ τὴν Σαλαμῖνα πολιορκουμένην ἐνεργῶς, καὶ ὑπὸ τῶν συμμάχων καταλειπόμενος, ἠναγκάσθη πρεσβεῦσαι περὶ συλλύσεως.
そして、サラミスが激しく包囲されているのを知り、また同盟者たちからも見捨てられつつあったため、和平に関する使節を送ることを余儀なくされた。
§15.8.2ὁ δὲ Τιρίβαζος τῶν ὅλων ἔχων τὴν ἡγεμονίαν ἔφησε συγχωρῆσαι τὴν σύλλυσιν, ἐὰν Εὐαγόρας ἐκχωρήσῃ πασῶν τῶν κατὰ τὴν Κύπρον πόλεων, αὐτῆς δὲ μόνης τῆς Σαλαμῖνος βασιλεύων τελῇ τῷ Περσῶν βασιλεῖ κατʼ ἐνιαυτὸν φόρον ὡρισμένον καὶ ποιῇ τὸ προσταττόμενον ὡς δοῦλος δεσπότῃ.
全軍の指揮権を握っていたティリバゾスは、エウアゴラスがキプロス島内のすべての都市から退去し、サラミスそれ自体のみの王として、ペルシアの王に対して毎年定められた貢納を支払い、主君に対する奴隷のように命じられたことを実行するならば、和平を認めると述べた。
§15.8.3ὁ δʼ Εὐαγόρας, καίπερ βαρείας οὔσης τῆς αἱρέσεως, τὰ μὲν ἄλλα πάντα συνεχώρει, τὸ δʼ ὡς δοῦλον δεσπότῃ ποιεῖν τὸ προσταττόμενον ἀντέλεγεν, ἔφη δὲ αὑτὸν ὡς βασιλέα βασιλεῖ δεῖν ὑποτετάχθαι.
しかしエウアゴラスは、その条件が過酷なものであるにもかかわらず、他のすべてのことには同意したものの、主君に対する奴隷のように命じられたことを実行することに対しては反対し、自分自身は王として王に従属すべきであると述べた。
οὐ συγχωροῦντος δὲ τοῦ Τιριβάζου, Ὀρόντης ὁ ἕτερος στρατηγός, φθονῶν τῇ δόξῃ τοῦ Τιριβάζου, γράμματα λάθρᾳ πρὸς τὸν Ἀρταξέρξην ἔπεμψε κατὰ τοῦ Τιριβάζου.
ティリバゾスがこれを認めなかったため、もう一人の将軍であるオロンテスは、ティリバゾスの名声を妬み、彼に不利な書簡を密かにアルタクセルクセスへと送った。
§15.8.4κατηγόρει δʼ αὐτοῦ πρῶτον μὲν ὅτι δυνάμενος ἑλεῖν τὴν Σαλαμῖνα τοῦτο μὲν οὐ συντελεῖ, πρεσβείας δὲ προσδέχεται παρʼ αὐτοῦ καὶ συλλαλεῖ περὶ κοινοπραγίας, ὁμοίως δὲ καὶ πρὸς Λακεδαιμονίους συντίθεται συμμαχίαν ἰδίᾳ, φίλος ὢν αὐτῶν·
彼はティリバゾスを次のように告発した。 第一に、サラミスを占領できるにもかかわらずそれを成し遂げず、エウアゴラスからの使節を受け入れて共同の計画について協議していること。 同様に、スパルタ人たちの友人であるため、個人的に彼らと同盟を結ぼうとしていること。
ὡς καὶ Πυθώδε τινὰς ἔπεμψεν ἐρησομένους τὸν θεὸν περὶ τῆς ἐπαναστάσεως, τὸ δὲ μέγιστον, ὅτι τοὺς ἡγεμόνας τῶν δυνάμεων ἰδίους εὐνοίαις κατασκευάζει, τιμαῖς καὶ δωρεαῖς, ἔτι δʼ ἐπαγγελίαις προσαγόμενος.
実際、反乱について神託を仰ぐために、ピュトに数人の者を派遣したこと。 そして最も重大なこととして、諸部隊の指揮官たちを、名誉や贈り物品、さらには約束によって懐柔し、彼らの好意を得て自らの私的な勢力にしようとしていることである。
§15.8.5ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν καὶ πιστεύσας ταῖς διαβολαῖς, ἔγραψε τῷ Ὀρόντῃ συλλαβεῖν τὸν Τιρίβαζον καὶ πρὸς ἑαυτὸν ἀποστεῖλαι.
王は書簡を読み、その中傷を信じて、ティリバゾスを逮捕して自分のもとへ送るようオロンテスに書き送った。
οὗ πράξαντος τὸ προσταχθέν, ὁ μὲν Τιρίβαζος ἀναχθεὶς ὡς τὸν βασιλέα καὶ κρίσεως τυχεῖν ἀξιώσας κατὰ μὲν τὸ παρὸν παρεδόθη εἰς φυλακήν, μετὰ δὲ ταῦτα τοῦ βασιλέως ἔχοντος πόλεμον πρὸς Καδουσίους καὶ τὴν κρίσιν ἀναβαλλομένου, διείλκετο τὰ περὶ τοῦ δικαστηρίου.
オロンテスが命じられたことを実行すると、ティリバゾスは王のもとへと連行され、裁判を受けることを要求したものの、差し当たりは投獄された。 しかしその後、王がカドゥシオイ人との戦争を抱え、裁判を延期したため、裁判に関する事柄は長引くこととなった。