Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.7.1-15.7.4

柏拉图被卖为奴与狄奥尼修斯的疯狂

第 419 段,共 723 段 · 希腊语

内容简介

僭主狄奥尼修斯将哲学家柏拉图卖为奴隶,但后者被同行赎回。此外,其诗作在奥林匹亚遭嘲笑使他精神失常,进而端起猜忌,将好友菲利斯托斯和兄弟莱普提涅斯流放。

§15.7.1παραπλήσιον δὲ συνέβη καὶ περὶ Πλάτωνα τὸν φιλόσοφον γενέσθαι.
关于哲学家柏拉图也发生了类似的事情。
μεταπεμψάμενος γὰρ τὸν ἄνδρα τοῦτον τὸ μὲν πρῶτον ἀποδοχῆς ἠξίου τῆς μεγίστης, ὁρῶν αὐτὸν παρρησίαν ἔχοντα ἀξίαν τῆς φιλοσοφίας· ὕστερον δʼ ἔκ τινων λόγων προσκόψας αὐτῷ παντελῶς ἀπηλλοτριώθη, καὶ προαγαγὼν εἰς τὸ πρατήριον ὡς ἀνδράποδον ἀπέδοτο μνῶν εἴκοσι.
因为狄奥尼修斯召来此人,起初见他具有配得上哲学的直率,便予以极高的礼遇;但后来因某些言论而对他动怒,彻底与他疏远,并将其带到市场,像奴隶一样以二十米纳的价格卖掉了。
ἀλλὰ τοῦτον μὲν οἱ φιλόσοφοι συνελθόντες ἐξηγόρασαν καὶ ἐξαπέστειλαν εἰς τὴν Ἑλλάδα, φιλικὴν νουθεσίαν ἐπιφθεγξάμενοι, διότι δεῖ τὸν σοφὸν τοῖς τυράννοις ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα ὁμιλεῖν·
不过,哲学者们聚集起来将他赎回,并送回希腊,同时说了一句友善的忠告:贤者与僭主交往,要么尽可能少,要么尽可能让他们高兴。
§15.7.2ὁ δὲ Διονύσιος τῆς εἰς τὰ ποιήματα σπουδῆς οὐκ ἀφιστάμενος εἰς μὲν τὴν Ὀλυμπιακὴν πανήγυριν ἐξαπέστειλε τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν διαθησομένους ἐν τοῖς ὄχλοις μετʼ ᾠδῆς τὰ ποιήματα.
而狄奥尼修斯并没有放弃对诗歌的热情,他派遣声音最美妙的演员去参加奥林匹克盛会,在人群中配乐朗诵他的诗作。
οὗτοι δὲ τὸ μὲν πρῶτον διὰ τὴν εὐφωνίαν ἐξέπληττον τοὺς ἀκούοντας, μετὰ δὲ ταῦτα ἀναθεωρήσεως γενομένης κατεφρονήθησαν καὶ πολὺν ἀπηνέγκαντο γέλωτα.
起初,这些人因美妙的声音使听众感到震惊,但随后在人们重新审视后,便遭到蔑视,并招来了极大的嘲笑。
§15.7.3ὁ δὲ Διονύσιος ἀκούσας τὴν τῶν ποιημάτων καταφρόνησιν ἐνέπεσεν εἰς ὑπερβολὴν λύπης· αἰεὶ δὲ μᾶλλον τοῦ πάθους ἐπίτασιν λαμβάνοντος, μανιώδης διάθεσις κατέσχε τὴν ψυχὴν αὐτοῦ, καὶ φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας.
狄奥尼修斯听到自己的诗歌遭到轻蔑,陷入了极度的悲伤之中;随着这种痛苦不断加剧,狂躁的精神状态支配了他的心灵,他声称所有的朋友都嫉妒他,并怀疑他们图谋不轨。
καὶ πέρας ἐπὶ τοσοῦτο προῆλθε λύττης καὶ παρακοπῆς, ὥστε τῶν φίλων πολλοὺς μὲν ἐπὶ ψευδέσιν αἰτίαις ἀνελεῖν, οὐκ ὀλίγους δὲ καὶ ἐφυγάδευσεν· ἐν οἷς ἦν Φίλιστος καὶ Λεπτίνης ὁ ἀδελφός, ἄνδρες διαφέροντες ἀνδρείᾳ καὶ πολλὰς καὶ μεγάλας χρείας ἐν τοῖς πολέμοις αὐτῷ παρεσχημένοι.
最后,他狂乱神志不清到了极点,以至于凭着莫须有的罪名杀害了许多朋友,还流放了为数不少的人;其中就有菲利斯托斯和他的兄弟莱普提涅斯,他们是英勇超群、并在战争中为他立下诸多汗马功劳的人。
§15.7.4οὗτοι μὲν οὖν φυγόντες εἰς Θουρίους τῆς Ἰταλίας, καὶ παρὰ τοῖς Ἰταλιώταις μεγάλης ἀποδοχῆς τυγχάνοντες, ὕστερον δεηθέντος τοῦ Διονυσίου διηλλάγησαν, καὶ κατελθόντες εἰς τὰς Συρακούσας εἰς τὴν προϋπάρξασαν εὔνοιαν ἀποκατεστάθησαν· ὁ δὲ Λεπτίνης ἔγημε τὴν Διονυσίου θυγατέρα.
于是,这些人逃到了意大利的图里伊,并在当地的意大利希腊人中受到了极大的欢迎,后来,在狄奥尼修斯的恳求下,他们达成了和解,返回叙拉古,并恢复了原先的恩宠;莱普提涅斯还娶了狄奥尼修斯的女儿。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
以上这些事,就是在这年内发生的。

词汇与语法注释

  1. §15.7.1ἢ ὡς ἥκιστα ἢ ὡς ἥδιστα — 连词 `ἢ... ἢ...`(要么……要么……)连接了两个“`ὡς` + 副词最高级”(意为“尽可能……”)的短语:`ὡς ἥκιστα`(尽可能少)与 `ὡς ἥδιστα`(尽可能讨人喜欢)。这是一句名言,指出了与僭主相处的两种极端选择。
  2. §15.7.2διαθησομένους — 此处为动词 `ἐξαπέστειλε`(派遣)的未来分词(宾格复数阳性),用于表示目的。其逻辑主语是前文的 `τοὺς εὐφωνοτάτους τῶν ὑποκριτῶν`(声音最美妙的演员们),意为“为了让他们在人群中朗诵他的诗作”。
  3. §15.7.3φθονεῖν αὐτῷ φάσκων ἅπαντας τοὺς φίλους ὑπώπτευεν ὡς ἐπιβουλεύοντας — 分词 `φάσκων`(声称)支配着一个宾格加不定式结构 `φθονεῖν αὐτῷ ... ἅπαντας τοὺς φίλους`(所有的朋友都在嫉妒他),并修饰主句动词 `ὑπώπτευεν`(怀疑)。此外,`ὑπώπτευεν` 的宾语(与前句共用的 `τοὺς φίλους`)又受到“`ὡς` + 分词 `ἐπιβουλεύοντας`”(以为他们在图谋不轨)的修饰,用以表达主观的猜疑。
  4. §15.7.4δεηθέντος τοῦ Διονυσίου — 此处是由异态动词 `δέομαι`(恳求)的无定过去被动分词(属格单数阳性)构成的属格独立结构,表示时间(“在狄奥尼修斯恳求之后”)或原因。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.7.1-15.7.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.7.1-15.7.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。