Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §15.79.1-15.79.6

底比斯海军的扩张与奥尔科梅诺斯的毁灭

第 491 段,共 723 段 · 希腊语

内容简介

伊帕密浓达扩充了海军,将爱琴海诸城争取为底比斯的同盟。随后,底比斯人发现了奥尔科梅诺斯企图发动贵族政变的阴谋,从而摧毁了该城并奴役了其居民。

§15.79.1εὐθὺς οὖν ὁ δῆμος ἐψηφίσατο τριήρεις μὲν ἑκατὸν ναυπηγεῖσθαι, νεώρια δὲ ταύταις ἴσα τὸν ἀριθμόν, Ῥοδίους δὲ καὶ Χίους καὶ Βυζαντίους προτρέπεσθαι βοηθῆσαι ταῖς ἐπιβολαῖς.
于是公民大会立即投票决定建造一百艘三段式战船,并建造同等数量的船坞,同时敦促罗得斯人、基奥斯人和拜占庭人协助这一计划。
αὐτὸς δὲ μετὰ δυνάμεως ἐκπεμφθεὶς ἐπὶ τὰς εἰρημένας πόλεις Λάχητα μὲν τὸν Ἀθηναίων στρατηγόν, ἔχοντα στόλον ἀξιόλογον καὶ διακωλύειν τοὺς Θηβαίους ἀπεσταλμένον, καταπληξάμενος καὶ ἀποπλεῦσαι συναναγκάσας, ἰδίας τὰς πόλεις τοῖς Θηβαίοις ἐποίησεν.
伊帕密浓达本人则率领军队被派遣到上述城市;雅典的将军拉刻斯当时率领一支规模惊人的舰队,被派来阻挠底比斯人,伊帕密浓达震慑了他并迫使其起航离去,从而将这些城市争取为底比斯人的同盟。
§15.79.2εἰ μὲν οὖν ὁ ἀνὴρ οὗτος πλείω χρόνον ἐπέζησεν, ὡμολογημένως ἂν οἱ Θηβαῖοι τῇ κατὰ γῆν ἡγεμονίᾳ καὶ τὴν τῆς θαλάττης ἀρχὴν προσεκτήσαντο·
如果这个人活得更长一些,底比斯人无疑会在拥有陆上霸权的同时,也取得海上的统治权。
ἐπεὶ δὲ μετʼ ὀλίγον χρόνον ἐν τῇ περὶ τὴν Μαντίνειαν μάχῃ λαμπροτάτην τὴν νίκην τῇ πατρίδι περιποιήσας ἡρωικῶς ἐτελεύτησεν, εὐθέως καὶ τὰ τῶν Θηβαίων πράγματα τῇ τούτου τελευτῇ συναπέθανεν.
然而,不久之后他在曼提尼亚战役中为祖国赢得了最辉煌的胜利,随后英雄般地牺牲了,底比斯人的霸业也随着他的去世而立即消亡。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος μικρὸν ὕστερον ἀκριβῶς διέξιμεν.
不过,关于这些事情的细节,我们在稍后会进行详尽的叙述。
§15.79.3τότε δὲ τοῖς Θηβαίοις ἔδοξε στρατεύειν ἐπὶ τὸν Ὀρχομενὸν διὰ τοιαύτας τινὰς αἰτίας. τῶν φυγάδων τινὲς βουλόμενοι τὴν ἐν Θήβαις πολιτείαν εἰς ἀριστοκρατικὴν κατάστασιν μεταστῆσαι, συνέπεισαν τοὺς τῶν Ὀρχομενίων ἱππεῖς, ὄντας τριακοσίους, συνεπιλαβέσθαι τῆς ἐπιβολῆς.
当时,底比斯人决定对奥尔科梅诺斯进行远征,其原因如下:一些流亡者企图将底比斯的政体转变为贵族制,他们说服了人数为三百人的奥尔科梅诺斯骑兵参与这一行动。
§15.79.4οὗτοι δὲ εἰωθότες μετὰ Θηβαίων ἀπαντᾶν ἡμέρᾳ τεταγμένῃ πρὸς τὴν ἐξοπλισίαν, εἰς ταύτην συνέθεντο ποιήσασθαι τὴν ἐπίθεσιν·
这些骑兵平时习惯在特定的日子里与底比斯人会合进行武装检查,于是他们商定在这一天发动袭击。
πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων, ἀπήντησαν πρὸς τὸν καιρόν.
由于还有许多其他人也参与了这一意图并纷纷赶来,他们在预定的时刻赶到了。
§15.79.5οἱ μὲν οὖν συστησάμενοι τὴν πρᾶξιν μετανοήσαντες ἐδήλωσαν τοῖς βοιωτάρχαις τὴν ἐπίθεσιν, προδόντες τοὺς συνομόσαντας, καὶ διὰ τῆς εὐεργεσίας ταύτης ἑαυτοῖς ἐπορίσαντο τὴν σωτηρίαν.
于是,策划这一行动的人感到后悔,向玻奥塔尔科斯告发了袭击计划,背叛了共同宣誓的人,并凭借这一功绩为自己赢得了安全。
τῶν δʼ ἀρχόντων συλλαβόντων τοὺς τῶν Ὀρχομενίων ἱππεῖς καὶ παραγαγόν ων εἰς τὴν ἐκκλησίαν, ὁ δῆμος ἐψηφίσατο τούτους μὲν ἀποσφάξαι, τοὺς δʼ Ὀρχομενίους ἐξανδραποδίσασθαι καὶ τὴν πόλιν κατασκάψαι.
当执政官们逮捕了奥尔科梅诺斯的骑兵并将他们带到公民大会时,公民大会投票决定将他们处死,并将奥尔科梅诺斯人卖为奴隶,将该城夷为平地。
ἐκ παλαιῶν γὰρ χρόνων οἱ Θηβαῖοι πρὸς τούτους ἀλλοτρίως διέκειντο, δασμοφοροῦντες μὲν τοῖς Μινύαις ἐν τοῖς ἡρωικοῖς χρόνοις, ὕστερον δʼ ὑφʼ Ἡρακλέους ἐλευθερωθέντες.
因为自古以来底比斯人就对他们心怀敌意,在英雄时代他们曾向米纽埃斯人纳贡,但后来被赫拉克勒斯解放。
§15.79.6οἱ δʼ οὖν Θηβαῖοι καιρὸν ἔχειν νομίσαντες καὶ προφάσεις εὐλόγους τῆς τιμωρίας λαβόντες, ἐστράτευσαν ἐπὶ τὸν Ὀρχομενόν·
于是底比斯人认为时机已到,并获得了惩罚对方的合理借口,便对奥尔科梅诺斯发动了远征。
κατασχόντες δὲ τὴν πόλιν τοὺς μὲν ἄνδρας ἀπέκτειναν, τέκνα δὲ καὶ γυναῖκας ἐξηνδραποδίσαντο.
他们占领了该城,杀死了男子,并将妇女和儿童卖为奴隶。

词汇与语法注释

  1. §15.79.1ἰδίας — 形容词 ἴδιος 的阴性复数宾格,在此处作为 τὰς πόλεις 的谓语性形容词,意为“使这些城市成为底比斯人的同盟”。
  2. §15.79.2τῇ κατὰ γῆν ἡγεμονίᾳ — 由复合动词 προσκτάομαι 的前缀 προσ- 支配的与格,表示追加(“在陆上霸权之外[又获得了海上统治权]”)。
  3. §15.79.4πολλῶν δὲ καὶ ἄλλων κοινωνούντων τῆς προθέσεως καὶ προσορμησάντων — 属格绝对(独立分词)结构。现在分词 κοινωνούντων 与不定过去时分词 προσορμησάντων 并列,前者表示“共享意图”的持续状态,后者表示“赶来”的一次性动作。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §15.79.1-15.79.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:15.79.1-15.79.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。